# Lexicon in decem oratores Atticos ἈΠΟΛΛΩΝ ΠΑΥΡΩΙΟΣ-ἈΠΟΣΑΞΑΝΤΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἈΠΟΛΛΩΝ ΠΑΥΡΩΙΟΣ to ἈΠΟΣΑΞΑΝΤΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%88%CE%A0%CE%9F%CE%9B%CE%9B%CE%A9%CE%9D%20%CE%A0%CE%91%CE%A5%CE%A1%CE%A9%CE%99%CE%9F%CE%A3

ἈΠΟΛΛΩΝ ΠΑΥΡΩΙΟΣ ὁ ΠΥΘΙΟΣ· προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ οἰκίσαντος τὴν Ἀττικὴν, ὡς Ἀριστοτέλης φησὶ, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλωνα πατρῷον αὐτοῖς ὀνομασθῆναι. οἱ μισθὸν μὴ λαμβάνοντες· Δημοσθένης Φιλιππικοῖς καὶ ἐν τῷ κατ’ Ἀριστοκράτους. Δίδυμός φησιν ὁ γραμματικὸς ἀντὶ τοῦ ἐκ τῶν τεμενικῶν προσόδων. ἑκάστῳ γὰρ θεῷ πλέθρα γῆς ἀπένεμον, ἐξ ὧν μισθουμένων αἱ εἰς τὰς θυσίας ἐγίνοντο δαπάναι· οὐ γὰρ κατ’ εὐσέβειαν ἔθυον τὰ ἱερεῖα, ἀλλὰ μισθούμενοι. ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγιγνομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως, ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτὰς, ἵν’ ἕκαστος λάβῃ τι μέρος· Δείναρχος ἐν τῷ πρὸς τοὺς Λυκούργου παῖδας πολλάκις. ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης κατὰ Νεαίρας ἀποπεφασμένως πωλοῦνται ἀντὶ τοῦ φανερῶς. Ἰσοκράτης Φιλίππῳ. ἀποπομπαῖοί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ θεῶν διείλεκται. ἀπομερίσαντες, ἀπόμοιράν τινα δόντες· Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ· ἔστι δὲ κἀν τῇ κωμῳδίᾳ. τὰ ἀπειρημένα ἐν τοῖς νόμοις· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. τίνα δὲ ἦν ἅπερ ἀπείρηται λέγειν εἰς ἀλλήλους δεδήλωκε Λυσίας ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος ὁ λόγος. ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυγατρός. Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα καὶ ἀποπληρώσαντα.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
