# Lexicon in decem oratores Atticos ἈΠΟΤΑΦΟΣ-ἈΡΑΦΗΝΙΟΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἈΠΟΤΑΦΟΣ to ἈΡΑΦΗΝΙΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%88%CE%A0%CE%9F%CE%A4%CE%91%CE%A6%CE%9F%CE%A3

ἀντὶ τοῦ ἀπεστερημένος τῶν προγονικῶν τάφων Δείναρχος ἐν τῇ κατ’ Ἀγασικλέους εἰσαγγελίᾳ. τὸ ἀπολαβεῖν τείχει καὶ ἀποκλεῖσαι τῆς ἐξόδου, ἈΠΟΤΕΤΕΙΧΙΣΜΕΝΟΣ δὲ ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει· Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ Θουκυδίδης. ἀντὶ τοῦ ἄπωθεν Δημοσθένης κατ’ Ἀνδροτίωνος. τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος ὁπόσην οὐσίαν ἔχει, ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται· Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον πολλάκις. ἅπαξ μόνον ἈΠΟΓΡΑΦΗΝ τὸ αὐτὸ τοῦτο κέκληκεν. ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξὺ Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας, ἐν ᾧ φησὶν οὕτως εἴπερ γοῦν ὥριζον ταῖς ἀποφοραῖς ταύταις τῶν ποδῶν ἀλλότριον εἶναι τὸ χωρίον. ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην Δείναρχος ἐν τῷ κατ’ Ἀρχεστράτου. καὶ ἈΠΟΨΗΦΙΣΙΝ δὲ τὸ πρᾶγμα λέγει Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. τὸ μὴ πρότερον εἰς τὴν βουλὴν, ἀλλ’ εὐθὺς εἰς τὸν δῆμον εἰσφερόμενον ψήφισμα. ἐν τῷ κατ’ Ἀνδροτίωνος νόμος παράκειται ταῦτα δηλῶν. τὴν οὐ προσκεκλημένην Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους β. εἶδος δίκης κατὰ τῶν προστάτην μὴ νεμόντων μετοίκων· ᾑρεῖτο γὰρ ἕκαστος ἑαυτῷ τῶν πολιτῶν τινὰ προστησόμενον περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας ἀπροστασίου β. Δείναρχος ἐν τῷ κατὰ Πυθέου ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. μήποτε γραφικὸν ἁμάρτημα, καὶ δεῖ γράφειν ὥσπερ λῃστῶν. ἐν τισὶ δὲ γέγραπται ὥσπερ παρνόπων· εἰσὶ δ’ οἱ πάρνοπες εἶδος ἀκρίδος. Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
