Ancient Greek
Letter a
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἈΠΟΤΙΜΗΤΑΙ καὶ ἈΠΟΤΙΜΗΜΑ καὶ ἈΠΟΤΙΜΑΝ καὶ τὰ ἀπʼ
Not analysed yet
ἈΠΟΤΙΜΗΤΑΙ καὶ ἈΠΟΤΙΜΗΜΑ καὶ ἈΠΟΤΙΜΑΝ καὶ τὰ ἀπ’ αὐτῶν. οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα ἐπιπέμπειν τινὰς ἀποτιμησομένους τὰ ἐνέχυρα. τὰ μὲν οὖν ἐνέχυρα τὰ ἀποτιμώμενα ἐλέγοντο ἀποτιμήματα, οἱ δὲ πεμπόμενοι ἐπὶ τῷ ἀποτιμήσασθαι ἀποτιμηταὶ, τὸ δὲ πρᾶγμα ἀποτιμᾶν. εἰώθεσαν δὲ καὶ οἱ τότε, εἰ γυναικὶ γαμουμένῃ προῖκα διδοῖεν οἱ προσήκοντες, αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἄξιον, οἷον οἰκίαν ἢ χωρίον. ἐλέγετο δὲ ὁ μὲν δοὺς τὸ ἀποτίμημα ἐνεργητικῶς ἀποτιμᾶν, ὁ δὲ λαβὼν ἀποτιμᾶσθαι. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ὀφλημάτων· Δημοσθένης ἐν τῷ κατ’ Ὀνήτορος β καὶ Λυσίας ἐν τῷ πρὸς Διογένην ὑπὲρ μισθώσεως οἴκου, εἰ γνήσιος.