Ancient Greek
ἈΡΧΗ ΑΝΔΡΑ ΔΕΙΧΝΥΣΙ to ἈΣΗΜΑΝΤΑ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἈΡΧΗ ΑΝΔΡΑ ΔΕΙΧΝΥΣΙ-ἈΣΗΜΑΝΤΑ
Not analysed yet
Δημοσθένης προοιμίοις δημηγορικοῖς. Σοφοκλῆς μὲν οὖν ἐν ταῖς ἐλεγείαις Σόλωνός φησιν αὐτὸ εἶναι ἀπόφθεγμα, Θεόφραστος δ’ ἐν τῷ παροιμιῶν καὶ Ἀριστοτέλης Βίαντος. ἄλλη παροιμία. δηλοῖ δὲ ὡς ἀρχόμενα τὰ δεινὰ δεῖ μᾶλλον πειρᾶσθαι κωλύειν ἢ ἀκμάσαντα καὶ τελειωθέντα. Λυσίας ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Δείναρχος κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ Ἔφορος καὶ Ἀναξιμένης φασίν. τὰ ὑφ’ ἡμῶν λεγόμενα ἀσφράγιστα· σημεῖα γὰρ ἔλεγον τὰς σφραγῖδας· Ὑπερείδης ἐν τῷ κατ’ Ἀντίου.