# Lexicon in decem oratores Atticos ἈΣΤΑΘΜΗΤΟΤΑΤΟΝ-ἈΤΙΜΗΤΟΣ ΑΓΩΝ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἈΣΤΑΘΜΗΤΟΤΑΤΟΝ to ἈΤΙΜΗΤΟΣ ΑΓΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%88%CE%A3%CE%A4%CE%91%CE%98%CE%9C%CE%97%CE%A4%CE%9F%CE%A4%CE%91%CE%A4%CE%9F%CE%9D

περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι τί ποτε διανοεῖται ἢ τί πράξει· Δημοσθένης ἐν τῷ παραπρεσβείας. τὸ μὴ ὑποκείμενον δανειστῇ· ὅταν γὰρ ὑποκέηται, εἴωθεν ὁ δανείσας αὐτὸ τοῦτο δηλοῦν διὰ γραμμάτων ἐπόντων τῷ χωρίῳ. τὸ δ’ αὐτὸ καὶ ἐπ’ οἰκίας γίνεται· Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικόν. ἡ ἡμίονος· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. μήποτε δὲ καὶ πᾶν ὑποζύγιον, ἐφ’ οὗ ἄνθρωποι ὀχοῦνται, οὕτως ἐκαλεῖτο. Δημοσθένης κατὰ Τιμοκράτους. δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δ’ ἐν ἄστει. τούτοις δέ φησι μέλειν περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων. Δημοσθένης ἐν τῷ παραπρεσβείας ἐπ’ ὄχλου ἔταξε τοὔνομα, ἤτοι ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πιστεις οὐ τιθέμενον διὰ τὸ ἀβέβαιον, ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον, ὅπερ ἐστὶν ἀνοητότατον. ἢ ἀντὶ τοῦ ὃν μάλιστα οὐκ ἂν δύναιτό τις συνιέναι τί ποτε φρονεῖ· Ὅμηρος σὺ δὲ σύνθεο καί μευ ἄκουσον. πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον· Ἰσοκράτης Πανηγυρικῷ, Ἡρόδοτος ἐν ς. περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης. ἈΤΙΜΗΤΟΣ ΑΓΩΝ καὶ ΤΙΜΗΤΟΣ· ὁ μὲν τιμητὸς ἐφ’ ᾧ τίμημα ὡρισμένον ἐκ τῶν νόμων οὐ κεῖται, ἀλλὰ τοὺς δικαστὰς ἔδει τιμᾶσθαι ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι· ὁ δὲ ἀτίμητος τοὐναντίον ᾧ πρόσεστιν ἐκ τῶν νόμων ὡρισμένον τίμημα, ὡς μηδὲν δεῖν τοὺς δικαστὰς διατιμῆσαι. Αἰσχίνης κατὰ Κτησιφῶντος, Δημοσθένης κατὰ Μειδίου.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
