Ancient Greek
ἈΦΕΙΣ ΤΗΝ ΥΠΕΡΑΝ ΤΟΝ ΠΟΔΑ ΔΙΩΚΕΙ to ἈΧΑΡΙΣΤΕΙΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἈΦΕΙΣ ΤΗΝ ΥΠΕΡΑΝ ΤΟΝ ΠΟΔΑ ΔΙΩΚΕΙ-ἈΧΑΡΙΣΤΕΙΝ
Not analysed yet
Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους α. παροιμία ἐπὶ τῶν παριέντων τὰ σπουδαιότερα καὶ περὶ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’ εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. ὁ ἀφ’ Ἑστίας μυούμενος Ἀθηναῖος ἦν πάντως. κλήρῳ δὲ λαχὼν ἐμυεῖτο. ὅταν τις ἀργύριον δῷ ἐνθήκην, ἀφορμὴ καλεῖται ἰδίως παρὰ τοῖς Ἀττικοῖς. ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω Αἰσχίνης κατὰ Κτησιφῶντος. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ ὥσπερ ὁσίας ἕνεκεν, ἀφοσιώσασθαι εἶπεν Ἰσαῖος ἐν τῷ πρὸς Ἔρμωνα. ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. Ὑπερείδης κατ’ Ἀρισταγόρας. ἔστι δὲ καὶ ὄνομα ἑταιρῶν γυναικῶν ἀδελφῶν β. ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν.