# Lexicon in decem oratores Atticos ἌΝΑΚΤΕΣ-ἈΝΔΡΟΛΗΨΙΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἌΝΑΚΤΕΣ to ἈΝΔΡΟΛΗΨΙΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%8C%CE%9D%CE%91%CE%9A%CE%A4%CE%95%CE%A3

ἌΝΑΚΤΕΣ καὶ ἌΝΑΣΣΑΙ· Ἰσοκράτης Εὐαγόρᾳ. ἔοικε δ’ ὁ ῥήτωρ ἔθους τινὸς ἐν Κύπρῳ μνημονεύειν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κυπρίων πολιτείᾳ φησὶ καλοῦνται δὲ υἱοὶ μὲν καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι. σοφιστὴς, Ἡγησιβούλου υἱὸς Κλαζομένιος, Ἀναξιμένους μαθητὴς Μιλησίου. νοῦς δ᾽ ἐπεκαλεῖτο, ἐπεὶ ὕλην τε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον. Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. Λακεδαιμονίων δὲ ἦν στρατηγός. ἀντὶ τοῦ ἐξεταζόμενα, ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀντιφῶν Ἀληθείας α. ἀπειλησάμενος· Δημοσθένης κατ’ Ἀριστογείτονος. ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπερείδης κατὰ Πολυεύκτου. ἀντὶ τοῦ ἄνευ ἄτης, ἄνευ κακοῦ Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος. ἔνιοι δὲ ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν. τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλλους Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ὑπερείδης ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν διερῶν εἶναι· ὧν καὶ Ὑπερείδης. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλʼ Αἰγηΐδος φυλῆς εἶναι ἀνάθημα. καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηΐδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε ὁ Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων. ὁ νῦν λεγόμενος σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ὅ ἐστι πιπράσκειν· Ἰσαῖος ἐν τῷ πρὸς Ἔρμωνα. Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος θαυμάζω δ’ ἐγὼ εἰ τοὺς ἀνδραποδιστὰς, τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντα μόνον, θανάτῳ ζημιοῦμεν. ἡ τῶν ἀνδρῶν ἡλικία· Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. Δημοσθένης κατ’ Ἀριστοκράτους. λέγει δὲ καὶ οὐδετέρως τὸ ἀνδρολήψιον ἐν τούτῳ.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
