# Lexicon in decem oratores Atticos ἘΚΛΟΓΕΙΣ-ἘΛΑΙΟΥΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἘΚΛΟΓΕΙΣ to ἘΛΑΙΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%98%CE%9A%CE%9B%CE%9F%CE%93%CE%95%CE%99%CE%A3

οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ δημοσίῳ. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ᾑρέθησαν γὰρ ἐκλογεῖς παρ’ ἡμῖν οἷς πλεῖστα ἐδόκει χρήματα εἶναι. Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον νῦν δὲ πρὸς τοὺς ἐκλογέας τοῦ φόρου ἅπαντα ἀπογραφόμεθα. Δημοσθένης κατὰ Μειδίου. κλωσμὸν ἔλεγον τὸν γιγνόμενον ἐν τοῖς στόμασι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων ὧν οὐχ ἡδέως ἤκουον. διαφέρει τῆς μαρτυρίας, ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστὶν, ἡ δ’ ἐκμαρτυρία τῶν ἀπόντων. σαφέστατα δὲ περὶ τούτων διδάσκουσι Δημοσθένης τε ἐν τῷ κατὰ Στεφάνου καὶ Δείναρχος ἐν τῷ ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου. Δημοσθένης ὑπὲρ Κτησιφῶντος οὗτος δ’ ἐκ περιουσίας μου κατηγορεῖ. βέλτιον οὕτως ἀκούειν, ὅτι ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δ’ ἐκ πολλοῦ τοῦ περιόντος μου κατηγορεῖ, οὐ περὶ χρημάτων, ὡς οἴονταί τινες. ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. Δημοσθένης Φιλιππικοῖς ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι, ὡς καὶ παρὰ Θουκυδίδῃ πολλάκις. ἐν μέντοι τοῖς Ἀττικιανοῖς διὰ τοῦ η γράφεται, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν ς Ἑλληνικῶν. ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ οὐκ ἐκ φύσεως οὐδ’ ἁπλοϊκῶς. ἡ μεταφορὰ ἀπὸ τῶν οὐχ ἡμένων, ἀλλ’ ἐκ προβολῶν προηναγκασμένων δεσμοῖς. Δημοσθένης κατ’ Ἀριστοκράτους. εἰ ἐδόκει τις τῶν βουλευτῶν ἀδικεῖν, διεψηφίζετο ἡ βουλὴ περὶ αὐτοῦ εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν. ἀντὶ δὲ ψήφων φύλλοις ἐχρῶντο, δι’ ὧν ἕκαστος ἐπεσημαίνετο τὴν αὑτοῦ γνώμην. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος. πόλις ἐν Χερρονήσῳ τῇ Θρᾳκίᾳ.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
