# Lexicon in decem oratores Atticos ἘΛΑΦΡΟΤΑΤΟΥΣ-ἜΜΜΗΝΟΙ ΔΙΚΑΙ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἘΛΑΦΡΟΤΑΤΟΥΣ to ἜΜΜΗΝΟΙ ΔΙΚΑΙ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%98%CE%9B%CE%91%CE%A6%CE%A1%CE%9F%CE%A4%CE%91%CE%A4%CE%9F%CE%A5%CE%A3

καὶ ἐν ἐπαίνῳ λέγουσι τοὔνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτους καὶ φορτικωτάτους. Ἰσοκράτης Παναθηναϊκῷ σφᾶς δ’ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας. Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς πέντε μησὶ μετὰ τῶν ἐλεοκόπων διαιτώμενος. ἐλεοκόπους λέγοι ἂν ὁ ῥήτωρ τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ἐλεόθρεπτόν τε σέλινον παρ’ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεὸν, ὅπερ ἐστὶ σκεῦος ξύλινον, γεγένηται τοὔνομα. Ἀριστοφάνης Ἱππεῦσιν εἰ προσκαθέλοι με τοὐλεόν. Ὑπερείδης τῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. ὁ δὲ Δίδυμός φησιν ἁμαρτάνειν τὸν ῥήτορα· ἐκλήθη γὰρ ἐλευθέριος διὰ τὸ τῶν Μηδικῶν ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. ὅτι δὲ ἐπιγέγραπται μὲν σωτὴρ, ὀνομάζεται δὲ καὶ ἐλευθέριος, δηλοῖ καὶ Μένανδρος. Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου. τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ὠνομάσθη δὲ ἡ πόλις Ἐλευσὶς ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλας αἰτίας φασὶ καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευσίνια. ἐνωτίων εἶδος· Λυσίας. εἷς τῶν ἐπιφανῶν ἀνδρῶν παρὰ Μεγαρεῦσιν. Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς Ἠλείους Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος β, τὸ δὲ τελευταῖον θ. Ἀριστόδημος δ’ ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ι, ἀφ’ ἑκάστης φυλῆς ἕνα. Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. ὅτι ἀρχή τις ἦν οἱ Ἑλληνοταμίαι, οἳ διεχείριζον τὰ χρήματα, καὶ Ἀριστοτέλης δηλοῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. μνημονεύει δὲ καὶ Θουκυδίδης αὐτῶν ἐν α. ἀντὶ τοῦ ἐγκεκεντρισμένα Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. καὶ Ἀριστοτέλης δ᾽ ἐμβολάδας ἀπίους λέγει τὰς τοιαύτας. Ἀντιφῶν Ἀληθείας α καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο ἀντὶ τοῦ ἐν τῷ ζῆν, τουτέστι ζήσειε καὶ μὴ ξηρανθείη μηδ’ ἀποθάνοι. ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ Ἀντιφῶν. αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί· Δημοσθένης καὶ Ὑπερείδης.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
