# Lexicon in decem oratores Atticos ἘΝ ΦΡΕΑΤΤΟΙ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, Letter e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%98%CE%9D%20%CE%A6%CE%A1%CE%95%CE%91%CE%A4%CE%A4%CE%9F%CE%99

Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους περὶ τοῦ ἐν Φρεαττοῖ δικαστηρίου ἀκριβῶς διεξελήλυθε, λέγων οὕτως. ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθε οἷον ὑπερβέβηκε τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν ὁ νόμος, ἐάν τις ἐπ’ ἀκουσίῳ πεφευγὼς, μήπω τῶν ἐκβαλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου. καὶ μετ’ ὀλίγον φησὶν ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τε ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινὰ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττης· εἶθ’ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει, τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δ’ ἀκροῶνται καὶ δικάζουσιν ἐπὶ τῆς γῆς. κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίαν· ἐὰν δὲ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δὲ ἐπὶ ἑτέρῳ φόνῳ φυγὴν ὑπέχει. ὠνομάσθαι δ’ ἔοικε τὸ δικαστήριον ἀπό τινος Φρεάττου ἥρωος, καθά φησι Θεόφραστος ἐν ις τῶν Νόμων.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
