# Lexicon in decem oratores Atticos ἘΞΩΜΟΣΙΑ-ΜΝΗΜΑΤΙ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἘΞΩΜΟΣΙΑ to ΜΝΗΜΑΤΙ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%98%CE%9E%CE%A9%CE%9C%CE%9F%CE%A3%CE%99%CE%91

τὸ μεθ’ ὅρκου πρᾶξίν τινα ἀπαρνήσασθαι διὰ νόσον ἤ τινα ἑτέραν πρόφασιν, ὡς δῆλον ποιεῖ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν, καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παρ’ αὐτοῖς τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας. ὃν αὐτός τις ἑκὼν αὑτῷ ἐπάγεται, τουτέστιν αἱρεῖται· ἄλλοι δὲ τοὐναντίον ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ’ οὐκ αὐθαίρετος. Λυσίας ἐν τῷ πρὸς Χαιρέστρατον καὶ Ἰσοκράτης Ἀπολλωνιάτης ἐν ταῖς πρὸς Δημόνικον παραινέσεσιν. ἔστι δὲ ὅρκου τρία εἴδη, ἀπώμοτος καὶ κατώμοτος καὶ ὁ καλούμενος ἐπακτός. εἶναι δὲ τοῦτον οὐχ ἁπλοῦν· δεῖν γὰρ τὸν προτεινόμενον ὑπὸ τοῦ ὁρκίζοντος αὐτοῖς ὀνόμασιν ἀντιφωνεῖν τὸν ὁρκιζόμενον. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. εἶδος δ’ ἐστὶ πλοίου σύνθετον ἔχον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπίπαν λῃστρικὸν, ὡς καὶ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου δοκιμασίᾳ. ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀντιφῶν Ἀληθείας α. τὸ ἀναφέρειν καὶ ἀνακοινοῦσθαι τῷ πλήθει. ἀντὶ τοῦ ἐπανατεινόμενος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐν δὲ τῷ πρὸς Ἄφοβον ἐπ’ ἄλλου σημαινομένου φησὶν ἢ κέρδεσιν δι’ ἀπορίαν ἐπαιρομένους. ἘΠΕΔΙΚΑΣΕ καὶ ΕΠΕΔΙΚΑΣΑΝΤΟ· Δημοσθένης ἐν τῷ κατ’ Ὀλυμπιοδώρου. τὸ μὲν ἐπεδίκασέν ἐστιν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικάσαντο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. ἘΠΕΝΕΓΚΕΙΝ ΔΟΡΥ ΕΠΙ ΤΗΙ ΕΚΦΟΡΑΙ ΚΑΙ ΠΡΟΑΓΟΡΕΥΕΙΝ ΕΠΙ ΥΩΙ Δημοσθένης κατ’ Εὐέργου καὶ Μνησιβούλου ταῦτά φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δ’ ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτί· τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαθήμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
