Ancient Greek
ἘΠΙΒΑΤΗΣ to ἘΠΙ ΔΗΛΙΩΙ ΜΑΧΗ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἘΠΙΒΑΤΗΣ-ἘΠΙ ΔΗΛΙΩΙ ΜΑΧΗ
Not analysed yet
Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. οὕτως ἐκάλουν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλατοῦντας, ἀλλὰ μόνον πρὸς τὸ μάχεσθαι ἐπιτηδείους. Ἀριστοφάνης Βαβυλωνίοις εὖ γ’ ἐξεκολύμβησ̓ οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυιον. Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου, εἰ γνήσιος. ἐπιβλής ἐστιν, ὡς μὲν Τιμαχίδας φησὶ. δοκὸς, ὡς δέ φησι Κλείταρχος ὁ γλωσσογράφος, ποιά τις δοκός. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Φιλόχορος δ’ ἐν β φησὶν οὕτως· ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδώρᾳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον. ὁμοίως καὶ Στάφυλος ἐν α τῶν περὶ Ἀθηνῶν. ἡ ζημία. πολὺ τοὔνομα παρ’ αὐτοῖς, ὡς καὶ παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Νικομάχου, εἰ γνήσιος ὁ λόγος. ἀντὶ τοῦ ἐπισκόπους Λυσίας ἐν τῷ περὶ τοῦ σηκοῦ. τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ὁπόσον ὀφείλουσιν εἰσφέρειν εἰς τὸ δημόσιον· Λυσίας ἐν τῷ περὶ τῆς εἰσφορᾶς. Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην ἀποστασίου, εἰ γνήσιος. τὰ πρυμνήσια ἐπίγυια ἔλεγον. κέχρηνται τῷ ὀνόματι καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί· Ἀριστοφάνης Ὁλκάσιν. τὸ δέκατον Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. καὶ ΕΠΙΠΕΜΠΤΟΝ εἰώθασι λέγειν τὸ πέμπτον, ὡς καὶ Εὔπολις Αὐτολύκῳ. δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Λυσίας ἐν τῷ πρὸς Θεοπείθη ἐπιτροπῆς ἐπιλόγῳ. ἐπιδιατίθεσθαί ἐστι τὸ συνθήκας τινὰς ποιεῖσθαι κατατιθεμένους τι ῥητὸν ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅσπερ ἐγγυᾶται ἑκατέρῳ ὥστε, εἰ ἡ πρᾶξις γένοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι. τὸ δὲ πρᾶγμα αὐτὸ λέγεται ΕΠΙΔΙΑΘΗΚΗ, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ ὑπὲρ Νησοκλέους δηλοῖ. Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δ.