Ancient Greek
Letter e
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἘΠΙΔΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΟΣ καὶ ΕΠΙΠΡΟΙΚΟΣ
Not analysed yet
ἘΠΙΔΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΟΣ καὶ ΕΠΙΠΡΟΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΙΤΙΣ· ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ ʽἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτισ̓· ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι. ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα· ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον τὴν ἐπίκληρον ἐπικληρῖτιν κέκληκεν.