Ancient Greek
ἘΠΙΛΑΧΩΝ to ἘΠΙΟΡΚΗΣΑΝΤΑ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἘΠΙΛΑΧΩΝ-ἘΠΙΟΡΚΗΣΑΝΤΑ
Not analysed yet
Αἰσχίνης κατὰ Κτησιφῶντος οὔτε λαχὼν οὔτ’ ἐπιλαχὼν, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. ἔοικε τὸ γιγνόμενον τοιοῦτον εἶναι. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι, ἔπειτα ἑκάστῳ τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵν’ ἐὰν ὁ πρῶτος λαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ὁ ἐπιλαχὼν αὐτῷ. ὑποφαίνεται δὲ ταῦτα ἐν τῷ Πλάτωνος Ὑπερβόλῳ. παρ’ Ἀθηναίοις ὁ λεγόμενος βασιλεύς· Δημοσθένης κατὰ Μειδίου. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν οὕτως ὁ δὲ βασιλεὺς πρῶτον μὲν τῶν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος χειροτονεῖ, β μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ’ ἐξ Εὐμολπιδῶν, ἕνα δ’ ἐκ Κηρύκων. Δείναρχος ἐν τῷ κατὰ Πνθέου. Ἀριστοτέλης ἐμπορίου δ’ ἐπιμελητὰς ι κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπόρων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ β μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθ’ ἕκαστον μῆνα θυόμενα, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα. Λυσίας κατὰ Θεομνήστου ἐξηγήσατο ὅτι τὸ ἐπιορκήσαντα ὀμόσαντα ἐστίν.