# Lexicon in decem oratores Atticos ἘΠΙΠΕΜΠΤΟΝ-ἘΠΙΣΙΤΙΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἘΠΙΠΕΜΠΤΟΝ to ἘΠΙΣΙΤΙΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%98%CE%A0%CE%99%CE%A0%CE%95%CE%9C%CE%A0%CE%A4%CE%9F%CE%9D

Λυσίας ἐν τῷ πρὸς Κριτόδημον καὶ Πλάτων ἀντὶ ἁπλοῦ τοῦ πέμπτου. Ἀριστοφάνης Δαιταλεῦσιν οὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω. Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. τὰ κατὰ τὴν οἰκίαν σκεύη ἔπιπλα λέγουσι, τὴν οἷον ἐπιπόλαιον κτῆσιν καὶ μετακομίζεσθαι δυναμένην. Σοφοκλῆς Ἀθάμαντι. δικαστήριόν ἐστι καὶ τοῦτο φονικὸν, δικάζει δὲ ἄν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινὰ, τοῦτο δ’ ἐστὶν ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον, καὶ τὸν μὲν βαλόντα ἀγνοῇ, αὐτὸ δὲ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον. ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπολογίᾳ. τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα· Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. ταῦτα δὲ ἐνίοτε ἐκάλουν καὶ σιτίον.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
