Ancient Greek
ἘΠΟΓΔΟΟΝ to ἘΠΩΠΤΕΥΚΟΤΩΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἘΠΟΓΔΟΟΝ-ἘΠΩΠΤΕΥΚΟΤΩΝ
Not analysed yet
Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος. εἴη δ’ ἂν ἐπόγδοον τὸ οὕτω δεδανεισμένον ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος δοθῆναι τῷ δανειστῇ, οἷον τριώβολον τοῦ τετραδράχμου. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἐπιτίμιόν ἐστιν ἡ ἐπωβελία τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὅπερ ἐδίδοσαν οἱ διώκοντες τοῖς φεύγουσιν, εἰ μὴ ἕλοιεν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκάστην δραχμὴν ὀβολὸς ἦν, ὅπερ ἕκτον ἐστὶν, ἐν ἓξ ὀβολοῖς τῆς δραχμῆς λογιζομένης. ἐκ πολλῶν δὲ ἔστι τοῦτο οὕτως ἔχον μαθεῖν. τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον, εἴη δ’ ἂν ἴσως ἡ πέμπτη· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους κἀν τῇ πρὸς Τληπόλεμον ἀντωμοσίᾳ. Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. διττοί εἰσιν οἱ ἐπώνυμοι, οἱ μὲν ι τὸν ἀριθμὸν, ἀφ’ ὧν αἱ φυλαὶ, ἕτεροι δὲ β καὶ μ, ἀφ’ ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πολιτῶν καθ’ ἕκαστον ἔτος, ἀπὸ ιη ἐτῶν μέχρι ξ. Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῇ δευτέρᾳ μυήσει ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δημοσθένους λόγου καὶ ἐκ τῆς δεκάτης Φιλοχόρου.