Ancient Greek
ἜΝΘΡΥΠΥΑ to ἘΝΣΗΜΑΙΝΟΜΕΝΟΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἜΝΘΡΥΠΥΑ-ἘΝΣΗΜΑΙΝΟΜΕΝΟΣ
Not analysed yet
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Δίδυμος ὁ γραμματικὸς ἐν τῷ ὑπομνήματι τοῦ λόγου εἰπὼν ὡς τὰ ἔνθρυπτα ἐκκείμενον καὶ γνώριμον ἀπ’ αὐτῆς ἔχει τῆς φωνῆς τὸ σημαινόμενον, περιεργότερόν τινα ἐκτίθεται ἐξήγησιν ἀμάρτυρον· εἰσὶ δὲ ἔνθρυπτα τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι· καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοις Ἔνθρυπτος. Ἰσαῖος περὶ τοῦ Κίρωνος κλήρου. τόπος ἐστὶν ἐν Ἀθήναις Λίμναι, ἐν ᾧ ὁ τιμώμενος Διόνυσος. Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδοσεως. κρήνη τις ἐν Ἀθήναις· πρότερον δ’ ἐκαλεῖτο Καλλιρρόη. Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. τόπος ἐν Θρᾴκῃ περὶ τὴν Ἀμφίπολιν. ἀντὶ τοῦ κρύφα καὶ οὐ φανερῶς Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου. ἀντὶ τοῦ ἐνδεικνύμενος καὶ ἐμφαίνων Ἰσοκράτης.