# Lexicon in decem oratores Atticos ἜΡΓΑ ΝΕΩΝ-ἝΡΜΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἜΡΓΑ ΝΕΩΝ to ἝΡΜΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%9C%CE%A1%CE%93%CE%91%20%CE%9D%CE%95%CE%A9%CE%9D

τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους Ἡσιόδου φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕτως ἔχουσαν ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων. Αἰσχίνης κατὰ Κτησιφῶντος. καὶ ἡ Ἐργίσκη τῆς Θρᾴκης ἐστὶν, ὠνόμασται δὲ ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης. στρατηγὸς Ἀθηναίων. καὶ οὗτος στρατηγὸς Ἀθηναίων. Δείναρχος ἐν τῷ κατὰ Μοσχίωνος εἰ φράτορες αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν. ἕρκειος Ζεὺς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας. ἡ ὕφαλος πέτρα· Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. ἔστι δὲ τοὔνομα καὶ παρ’ Ἀνακρέοντι καὶ ἐν Γηρυτάδῃ Ἀριστοφάνους.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
