Ancient Greek
ἩΓΕΜΩΝ ΣΥΜΜΟΡΙΑΣ to ἨΚΡΩΤΗΡΙΑΣΜΕΝΟΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ἩΓΕΜΩΝ ΣΥΜΜΟΡΙΑΣ-ἨΚΡΩΤΗΡΙΑΣΜΕΝΟΙ
Not analysed yet
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡγεμὼν ἐκαλεῖτο συμμορίας ὁ προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δὲ ἦν τῶν μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων. Δημοσθένης Φιλιππικῷ. οὗτος δ’ ἐστὶν ὁ Κρώβυλος ἐπικαλούμενος, οὗ δοκεῖ τισὶν εἶναι ὁ ζ Φιλιππικὸς ἐπιγραφόμενος Δημοσθένους. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὄρος ἐστὶν ἐν Βοιωτίᾳ τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῇ κε φησίν. Ἤ ΕΝ ΟΔΩΙ ΚΑΘΕΛΩΝ· ἀντὶ τοῦ ἐνεδρεύοντα ἑλὼν, τουτέστι ἔν τινι ἐνέδρᾳ καταβαλών· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῇ πρὸς Δήμωνα ἀντιγραφῇ. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν η. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα, ὡς καὶ Σοφοκλῆς Πολυξένῃ. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἠκρωτηριακότες.