# Lexicon in decem oratores Atticos ἩΛΙΚΙΑ ΤΗΣ ΠΟΛΕΩΣ-ἩΦΑΙΣΤΙΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἩΛΙΚΙΑ ΤΗΣ ΠΟΛΕΩΣ to ἩΦΑΙΣΤΙΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%A9%CE%9B%CE%99%CE%9A%CE%99%CE%91%20%CE%A4%CE%97%CE%A3%20%CE%A0%CE%9F%CE%9B%CE%95%CE%A9%CE%A3

ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος κατ’ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς. ἩΜΙΕΚΤΟΝ καὶ ΗΜΙΜΕΔΙΜΝΟΝ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδίμνου ἔχοντος χοίνικας μη, τὸ χωροῦν κδ χοίνικας ἡμιμέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δ χοίνικας, τοῦ ἕκτου, ὅπερ ἐστὶ χοίνικες η, τὸ ἥμισυ. Ἀντιφῶν Πολιτικῷ διπλασιασμοῦ καὶ ἡμιολια- σμοῦἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς. ἡμιόλιος δ’ ἐστὶν ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ, οἷον ὁ τρία πρὸς τὸν δύο. Ξενοφῶν γοῦν ἐν τῇ Ἀναβάσει φησὶν ὅτι τοῖς στρατιώταις ἐποίησεν ἡμιόλιον τὸν μισθὸν, ἀντὶ Δαρεικοῦ τρία ἡμιδαρεικά. σύνηθές ἐστι τῷ Ἰσοκράτει τὴν ὑπὸ τῷ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν, ὥσπερ ἔν τε Φιλίππῳ καὶ Ἀρχιδάμῳ. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, νῦν ἂν ὁ Δημοσθένης μνημονεύοι ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει· ταῦτα γὰρ μάλιστα διὰ τιμῆς εἶχον Ἀθηναῖοι. Δημοσθένης Φιλιππικοῖς. χωρίον ἐστὶν ἐν Θρᾴκῃ οὕτως ὀνομαζόμενον, ὑπὸ Σαμίων δὲ ᾠκίσθη, ὥς φησι Διονύσιος ἐν ε Κτίσεων. Λυκοῦργος ἐν τῷ κατ’ Αὐτολύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον ποιεῖ. φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι, κατ’ ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει τὰ οἰκοδομήματα ἔχοντας, ἀλλ’ ὅταν τὰ σώματα εἰς γῆν κατατεθῇ· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν. ἀντὶ τοῦ ᾔδειμεν. Ἀντιφῶν πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπολογίᾳ ἡμεῖς μὲν οὖν οὔτε ναυτικὸν ᾖσμεν ὁπόσου δέοι. ἀντὶ τοῦ κεχρημένην Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου, εἰ γνήσιος. ὅτι γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κίχρασθαι, Μένανδρος οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος. Ὑπερείδης ἐν τῷ ὑπὲρ Ἀκαδήμου. ὅτι δύο πόλεις ἦσαν τῆς Λήμνου, Μύρινά τε καὶ Ἡφαιστία, δηλοῖ καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν γ Κτίσεων.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
