# Lexicon in decem oratores Atticos ἸΘΥΦΑΛΛΟΙ-ἸΠΝΟΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἸΘΥΦΑΛΛΟΙ to ἸΠΝΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%B8%CE%98%CE%A5%CE%A6%CE%91%CE%9B%CE%9B%CE%9F%CE%99

Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. ποιήματά τινα οὕτως ἐλέγετο τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα, ὡς Λυγκεὺς ἐν ταῖς ἐπιστολαῖς φησίν· Δημοσθένης δὲ ἐν τῷ κατὰ Κόνωνος ἐπὶ ἐπωνύμου τεθειμένου τισὶ κατὰ παιδιὰν ἔταξεν αὐτό. ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον, ὡς Κρατῖνος ἐν Ἀρχιλόχοις. Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος. Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος στέμματι ἐστεμμένος. Λυσίας ἐν Ὀλυμπιακῷ. τὸν Ἀδρίαν καλούμενον οὕτως ὠνόμαζον ἐνίοτε οἱ παλαιοί. Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον Θουκυδίδης α. Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος α. μέρος τι τῆς οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρ’ ἡμῖν μαγειρεῖον· ἔστι γοῦν δρᾶμα Φερεκράτους Ἰπνὸς ἢ Παννυχίς, ἐν ᾧ δηλοῦται τοῦτο, ὅτι μέρος ἐστὶ τῆς οἰκίας. λέγεται δὲ κυρίως ἰπνὸς ἡ κάμινος, ὅθεν καὶ ἰπνοπλάθους τινὰς ὀνομάζουσιν.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
