Ancient Greek
ὉΜΟΕΡΚΕΣ to ὈΝΟΜΑΖΩΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ὉΜΟΕΡΚΕΣ-ὈΝΟΜΑΖΩΝ
Not analysed yet
Δείναρχος ἐν τῷ πρὸς τὴν Καλλίππου παραγραφὴν ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκος, τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους φησὶν ἀλλὰ ὁμόσε βούλομαι τῷ λόγῳ τούτῳ ἐλθεῖν ἀντὶ τοῦ παραβαλέσθαι. λέγεται δὲ ἐκ μεταφορᾶς τοῦ ὁμόσε ταῖς λόγχαις ἰέναι, ἀντὶ τοῦ ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι καὶ μὴ στρέφεσθαι μηδὲ φεύγειν. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονός φησιν εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ πολὺ παρ’ Ἀττικοῖς. καὶ Μένανδρός που ἤδη γάρ ἐστι τοῦ τίκτειν ὁμοῦ. Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένει περὶ τῆς ἐξούλης λόγοι. ὅτι δὲ τῶν χορηγησάντων ἦν Ἡλιόδωρος περὶ τῶν Ἀθήνησι τριπόδων. ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.