# Fragmenta 15

Hegesander Delphus, Fragmenta, Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/15

Ἀνταγόρας μὲν ὁ ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθὺν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος. Ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησὶν, αὐτῷ γόγγρων λοπάδα, καὶ περιεζωσμένῳ, Ἀντίγονος ὁ βασιλεὺς παραστὰς, Ἆρά γε, εἶπεν, ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι, γόγγρους ἕψοντα; Κἀκεῖνον οὐ φαύλως λόγος εἰπεῖν, Σὺ δὲ οἴει, φησὶ, τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι, πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει; Ὄρνιν δ ̓ ἕψων ποτὲ ὁ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δ ̓ εἰπόντος, ὅτι ἡ μήτηρ τηρήσει, Ἐγὼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω;

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
