# Fragmenta 19-22

Hegesander Delphus, Fragmenta, 19 to 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/19

Φόρουσκον δέ φησιν Ἡγήσανδρος τὸν ἰχθυοφάγον, οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ ̓ ἀκολουθήσαντος αὐτῷ πλείονος, εἰπεῖν· Τὰ δ ̓ ἀντιτείνοντ ̓ αὐτόπρεμν ̓ ἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. Βίων δὲ, προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς, καὶ δαψιλῶς φαγὼν, ἐπεῖπεν· Ἱνὼ δὲ τἀπὶ θάτερ ̓ ἐξειργάζετο. Ἡγήσανδρος δ ̓ ὁ Δελφὸς καὶ ἐξοίνους τινὰς κέκληκε, λέγων οὕτως· «Κομηὼν καὶ Ῥοδοφῶν, τῶν ἐν Ῥόδῳ πολιτευσαμένων ὄντες, ἦσαν ἔξοινοι. Καὶ ὁ Κομηὼν, εἰς κυβευτὴν σκώπτων, τὸν Ῥοδοφῶντα, ἔλεγεν· Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι κυβευταί. Ῥοδοφῶν τε ἐκείνῳ τὴν περὶ τὰς γυναῖκας σπουδὴν καὶ τὴν ἀκρασίαν ὠνείδιζεν, οὐδεμιᾶς ἀπεχόμενος λοιδορίας.» Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι τὸν ποιητὴν, παρὰ Πρυτάνιδι δειπνοῦντα, καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δοκοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ λάλα προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων, ὡς ἐξοινῶν καὶ μεθύων ἐνεούρησε. Οὐκ ἀγλαφύρως δὲ Λύσανδρος ὁ Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν Ὑπομνήμασι, τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵν ̓ αὐτὸν ἀκρατέστερον ὠνοῖντο.

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
