# Fragmenta 34

Hegesander Delphus, Fragmenta, Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/34

Τιμόθεος δ ̓ ὁ Κόνωνος, ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ τοῦ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον, καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς, ἔφη, ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται. Ὁ δ ̓ Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασιν ἔφη, ὡς καὶ τῇ ὑστεραίᾳ ὁ Τιμόθεος, ἀπαντήσας τῷ Πλάτωνι, εἶπεν· «Ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν ἢ εἰς τὴν παροῦσαν ἡμέραν.» Πύρρων δ ̓ ὁ Ἠλεῖος, τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς, ὡς αὐτὸς (ὁ αὐτὸς̣) ἱστορεῖ, «Εἰς τὸ λοιπὸν, εἶπεν, οὐχ ἥξω πρὸς σὲ, ἂν οὕτως ὑποδέχῃ· ἵνα μήτ ̓ ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως, μήτε σὺ θλιβόμενος κακοπαθῇς. Μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ ̓ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐεργετεῖν, ἢ τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ διακονοῦντες τὰ πλεῖστα δαπανῶσι.»

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
