# Fragmenta 35-39

Hegesander Delphus, Fragmenta, 35 to 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/35

Ἡγήσανδρος δ ̓ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον· διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους. Ἡγήσανδρος δ ̓ ἐν Ὑπομνήμασι τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κρείους (v. l. κριούς). Ἡγήσανδρος δ ̓ ἐν Ὑπομνήμασιν ἐν ταῖς κεφαλαῖς φησι τὸν ἥπατον δύο λίθους ἔχειν, τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς. Ἡγήσανδρος δ ̓ ὁ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον. Διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ· Τηγάνῳ εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ, τὴν λοπάδα τήγανον προσαγορεύων. Ἡγήσανδρος δὲ ὁ Δελφὸς, τρίγλην παραφέρεσθαι ἐν τοῖς Ἀρτεμισίοις, διὰ τὸ δοκεῖν τοὺς θαλαττίους λαγὼς, θανασίμους ὄντας, θηρεύειν ἐπιμελῶς καὶ καταναλίσκειν. Διόπερ, ὡς ἐπ ̓ ὠφελείᾳ τῶν ἀνθρώπων τοῦτο ποιοῦσα, τῇ κυνηγετικῇ θεῷ ἡ κυνηγέτις ἀνάκειται.

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
