# Fragmenta 40

Hegesander Delphus, Fragmenta, Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/40

Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασί φησιν οὕτως· «Περὶ Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ ῥέουσιν, Ἀμμίτης καὶ Ὀλυνθιακός. Ἐμβάλλουσι δὲ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. Ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου, τοῦ Ἡρακλέους καὶ Βόλβης υἱοῦ. Κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι, διότι πέμπει ἡ Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ, καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. Ἔστι δὲ βραχὺς, ὥστε μόλις κρύπτειν τὸ σφυρόν· ἀλλ ̓ οὐδὲν ἧττον τοσοῦτον ἔρχεται πλῆθος ἰχθύων, ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάριχος. Θαυμαστὸν δέ ἐτι τὸ μὴ παραλλάττειν τὸ τοῦ Ὀλύνθου μνημεῖον. Πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δὲ Ἀνθεστηριῶνος. Διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι τιμᾶν.»

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
