# Fragmenta 44-45

Hegesander Delphus, Fragmenta, 44 to 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/44

Περὶ δὲ περδίκων τί δεῖ καὶ λέγειν ἐμὲ, πλεόνων εἰρημένων ὑφ ̓ ὑμῶν; ἀλλ ̓ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν. Φησὶ γὰρ ὅτι Σάμιοι, πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν, περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον, ἐκπλαγέντες ἔφυγον, καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν. Ἡγήσανδρος δ ̓ ὁ Δελφὸς ἐν τῷ ἐπιγραφομένῳ Ὑπομνήματι Ἀνδριάντων καὶ ἀγαλμάτων, Γλαύκου φησὶ τοῦ Χίου τὸ ἐν Δελφοῖς ὑπόστημα, οἷον ἐγγυθήκην τινὰ σιδηρᾶν, ἀνάθημα Ἀλυάττου· οὗ ὁ Ἡρόδοτος (I, 25) μνημονεύει, ὑποκρητηρίδιον αὐτὸ καλῶν. Καὶ ὁ Ἡγήσανδρος ταὐτὰ λέγει.

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
