# Fragmenta 46

Hegesander Delphus, Fragmenta, Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/46

Ἀλκυονίδες ἡμέραι· περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ιαʹ (l. ιδʹ) φησὶν αὐτὰς, καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων. Δημαγόρας δὲ ὁ Σάμιος ἑπτὰ, Φιλόχορος ἐννέα. Τὸν δὲ ἐπ ̓ αὐταῖς μῦθον Ἀγήσανδρος (Suid. Ἡγήσανδρος) ἐν τοῖς Περὶ * Ὑπομνήμασι λέγει οὕτως· «Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν [Φθονία], Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δριμὼ, Ἀστερίη. Αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δ ̓ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς Ἀλκυόνες ἐκλήθησαν.» Αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται.

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
