# Fragmenta 5

Hegesander Delphus, Fragmenta, Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/5

Ἡγήσανδρος δέ φησιν, ὅτι καὶ Ἀστυκρέοντα, θεραπευθέντα ὑπ ̓ αὐτοῦ, Ἀπόλλωνα ἐκάλεσε. Καὶ ἄλλος δ ̓ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφθείρετο. Αὐτὸς δ ̓ ὁ Ζεὺς, πορφύραν ἠμφιεσμένος, καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων, καὶ σκῆπτρον κρατῶν, κρηπῖδάς τε ὑποδεδεμένος, περιῄει μετὰ τοῦ θείου χοροῦ. Καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ, οὕτως ἔγραψεν· «Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. Σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς. Καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι, ὅταν βουληθῇς, ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σώζειν, καὶ τοὺς εὐρώστους ἀνόσους, οἳ ἂν ἐμοὶ πείθωνται, παρέχειν μέχρι γήρως ζῶντας. Τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι (?). Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω.» Πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστελλεν ὁ Φίλιππος· «Φίλιππος Μενεκράτει ὑγιαίνειν.» Παραπλησίως δ ̓ ἐπέστελλε καὶ Ἀρχιδάμῳ, τῷ Λακεδαιμονίων βασιλεῖ, καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφεν, οὐκ ἀπεχόμενος τοῦ Διός. Καλέσας δ ̓ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν, συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης, ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης, καὶ τράπεζαν παραθεὶς, ἐφ ̓ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς πάντων ἀπαρχαί. Καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔστπενδον οἱ παῖδες. Καὶ τέλος ὁ καινὸς Ζεὺς, μετὰ τῶν ὑπηκόων γελώμενος θέων, ἔφυγεν ἐκ τοῦ συμποσίου, ὡς Ἡγήσανδρος ἱστορεῖ.

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
