# Fragmenta 8

Hegesander Delphus, Fragmenta, Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/8

Εἰς τοσοῦτον δ ̓ ἀσωτίας ἐληλύθει καὶ Δημήτριος ὁ Δημητρίου τοῦ Φαληρέως ἀπόγονος, ὥς φησιν Ἡγήσανδρος, ὥστε Ἀρισταγόραν μὲν ἔχειν τὴν Κορινθίαν ἐρωμένην, ζῆν δὲ πολυτελῶς. Ἀνακαλεσαμένων δ ̓ αὐτὸν τῶν Ἀρεοπαγιτῶν καὶ κελευόντων βέλτιον ζῆν, «Ἀλλὰ καὶ νῦν, εἶπεν, ἐλευθερίως ζῶ. Καὶ γὰρ ἑταίραν ἔχω τὴν καλλίστην, καὶ ἀδικῶ οὐδένα, καὶ πίνω Χῖον οἶνον, καὶ τἄλλ ̓ ἀρκούντως παρασκευάζομαι, τῶν ἰδίων μου προσόδων εἰς ταῦτ ̓ ἐκποιουσῶν. Οὐ, καθάπερ ὑμῶν ἔνιοι, δεκαζόμενος ζῶ καὶ μοιχεύων.» Καὶ τῶν τὰ τοιαῦτα πραττόντων καὶ ἐπ ̓ ὀνόματος τινὰς κατέλεξε. Ταῦτα δ ̓ ἀκούσας Ἀντίγονος ὁ βασιλεὺς, θεσμοθέτην αὐτὸν κατέστησε. Τοῖς δὲ Παναθηναίοις ἵππαρχος ὢν, ἰκρίον ἔστησε πρὸς τοῖς Ἑρμαῖς Ἀρισταγόρᾳ, μετεωρότερον τῶν Ἑρμῶν· Ἐλευσῖνί τε μυστηρίων ὄντων, ἔθηκεν αὐτῇ θρόνον παρὰ τὸ ἀνάκτορον, οἰμώξεσθαι φήσας τοὺς κωλύσοντας.

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
