# Fragmenta 9

Hegesander Delphus, Fragmenta, Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesander-delphus/fragmenta/9

Ἡγήσανδρος δ ̓ ἱστορεῖ, καὶ Ἱέρωνα τὸν τύραννον ἀμβλύτερον κατὰ τὰς ὄψεις γενέσθαι, καὶ τοὺς συνδειπνοῦντας τῶν φίλων ἔχειν ἐπίτηδες διαμαρτάνοντας τῶν ἐδεσμάτων, ἵν ̓ ὑπ ̓ αὐτοῦ χειραγωγῶνται, καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος εἶναι. Εὐκλείδην δέ φησιν Ἡγήσανδρος, τὸν Σεῦτλον ἐπικαλούμενον (παράσιτος δ ̓ ἦν καὶ οὗτος), παραθέντος τινὸς αὐτῷ πλείους σόγκους ἐν δείπνῳ, Ὁ Καπανεὺς, ἔφη, ὁ ὑπὸ τοῦ Εὐριπίδου εἰσαγόμενος ἐν ταῖς Ἱκέτισιν, ὑπεραστεῖος ἦν, Μισῶν, τραπέζας ὅστις ἐξογκοῖτ ̓ ἄγαν. Οἱ δὲ δημαγωγοῦντες, φησὶν, Ἀθήνησι κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τοὺς Ἀθηναίους, τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δ ̓ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους.

---

HEGESANDER DELPHUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1392.tlg001.local002/.
