# Fragmenta 1

Hegesianax, Fragmenta, Fragment 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesianax-astron-et-epic/fragmenta/1

Parthenius Erot. c. 4: Περὶ Οἰνώνης. (Ἱστο-
ρεῖ Νίκανδρος ἐν τῷ Περὶ ποιητῶν καὶ Κεφάλων ὁ Γερ-
γίθιος ἐν Τρωικοῖς.) Ἀλέξανδρος ὁ Πριάμου βουκολῶν
κατὰ τὴν Ἴδην ἠράσθη τῆς Κεβρῆνος θυγατρὸς Οἰνώ-
νης· λέγεται δὲ ταύτην ἔκ του θεῶν κατεχομένην θε-
σπίζειν περὶ τῶν μελλόντων, καὶ ἄλλως δὲ ἐπὶ συνέσει
φρενῶν ἐπὶ μέγα διαβεβοῆσθαι. Ὁ οὖν Ἀλέξανδρος
αὐτὴν ἀγαγόμενος παρὰ τοῦ πατρὸς εἰς τὴν Ἴδην,
ὅπου αὐτῷ οἱ σταθμοὶ ἦσαν, εἶχε γυναῖκα καὶ αὐτῇ
φιλοφρονούμενος μηδαμᾶ ** προλείψειν, ἐν περισσοτέρᾳ
τε τιμῇ ἄξειν· ἡ δὲ συνιέναι μὲν ἔφασκεν, εἰς τὸ παρὸν
ὡς δὴ πάνυ αὐτῆς ἐρῴη, χρόνον μέντοι τινὰ γενήσε-
σθαι, ἐν ᾧ ἀπαλλάξας αὐτὴν εἰς τὴν Εὐρώπην περαιω-
θήσεται κἀκεῖ πτοηθεὶς ἐπὶ γυναικὶ ξένῃ πόλεμον ἐπά-
ξεται τοῖς οἰκείοις. Ἐξηγεῖτο δὲ ὡς δεῖ αὐτὸν ἐν τῷ
πολέμῳ τρωθῆναι, καὶ ὅτι οὐδεὶς αὐτὸν οἷός τε ἔσται
ὑγιῆ ποιῆσαι ἢ αὐτή. Ἑκάστοτε δὲ ἐπιλεγομένης αὐτῆς
ἐκεῖνος οὐκ εἴα μεμνῆσθαι. Χρόνου δὲ προϊόντος, ἐπειδὴ
Ἑλένην ἔγημεν, ἡ μὲν Οἰνώνη μεμφομένη τῶν πρα-
χθέντων τὸν Ἀλέξανδρον εἰς Κεβρῆνα, ὅθεν περ ἦν γένος,
ἀπεχώρησεν, ὁ δὲ παρήκοντος ἤδη τοῦ πολέμου διατο-
ξευόμενος Φιλοκτήτῃ τιτρώσκεται. Ἐν νῷ δὲ λαβὼν τὸ
τῆς Οἰνώνης ἔπος, ὅτε ἔφατο αὐτὸν πρὸς αὐτῆς μόνης
οἷόν τε εἶναι ἰαθῆναι, κήρυκα πέμπει δεησόμενον,
ὅπως ἐπειχθεῖσα ἀκέσηταί τε αὐτὸν καὶ τῶν παροιχο-
μένων λήθην ποιήσηται, ἅτε δὴ κατὰ θεῶν βούλησίν
γε ἀφικομένων· ἡ δὲ αὐθαδέστερον ἀπεκρίνατο, ὡς χρὴ
παρ' Ἑλένην αὐτὸν ἰέναι κἀκείνης δεῖσθαι, αὐτὴ δὲ
μάλιστα ἠπείγετο, ἔνθα δὴ ἐπέπυστο κεῖσθαι αὐτόν.
Τοῦ δὲ κήρυκος τὰ λεχθέντα παρὰ τῆς Οἰνώνης θᾶττον
ἀπαγγείλαντος ἀθυμήσας ὁ Ἀλέξανδρος ἐξέπνευσεν,
Οἰνώνη δὲ, ἐπεὶ νέκυν ἤδη κατὰ γῆς κείμενον ἐλθοῦσα
ἴδεν, ἀνῴμωξέν τε καὶ πολλὰ κατολοφυραμένη διεχρή-
σατο ἑαυτήν.

---

Hegesianax Astron. et Epic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1393.tlg005.local001/.
