# Fragmenta 1

Hegesippus, Fragmenta, 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesippus-comic/fragmenta-2/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hegesippus-comic/fragmenta-2/1

βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν’ ἐστίν. ΣΓΡ. ἢ λέγων φαίνου τι δὴ καινὸν παρὰ τοὺς ἐμπροσθεν ἢ μὴ κόπτε με. Α. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύφε, εἰρῆχέναι πάντων νόμιζε μόνον ἐμέ. οὐ γὰρ παρέργως ἔμαθον ἐν ἑτεσὶν δυσὶν ἔχων περιζῶμ’, ἀλλ’ ἀπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα, εἴδη λαχάνων ὅσ’ ἐστί, βεμβράδων τρόπους, φακῆς γένυ παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὶν τάχιστ’ ἐλθῶσιν ἀπὸ τῆς ἐκφορᾶς, τὰ βάπτ’ ἔχοντες, τοὔπιδῆμα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν. τοιοῦτος ἔνδοθεν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. ΣΓΡ. φακὴν παρατιθεὶς, εἴπέ μοι, καὶ βεμβράδας; Α. τὰ παρέργά μου ταῦτ’ ἐστιν· ἂν δὲ δή λάβω τὰ δέοντα, καὶ τοὔπτάνιον ἀρμόσωμ’ ἅπαξ, ὅπερ ἐπὶ τῶν ἐμπροσθε Σειρήνων, Σύφε, ἐγένετο, καὶ νῦν ταῦτό τοῦτ’ ὑφει πάλιν· ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδ’ εἰς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τούτου· ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἐστήξετ’ ἄχανής, προσκεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος

---

Hegesippus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001676.
