# Fragmenta (Ex Incerto Libro) 670

Hegesippus, Fragmenta (Ex Incerto Libro), 670. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesippus/fragmenta-ex-incerto-libro/670
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hegesippus/fragmenta-ex-incerto-libro/670

Καὶ ἐπέμενεν ἡ Ἐκκλησία ἡ Κορινθίων ἐν τῷ ὀρθῷ λόγῳ, μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κορίνθῳ· οἷς συνέμιξα πλέων εἰς Ῥώμην, καὶ συνδιέτριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανάς· ἐν αἷς συνανεπάημεν τῷ ὀρθῷ λόγῳ. Γενόμενος δὲ ἐν Ῥώμη, διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος ἦν Ἐλεύθερος. Καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτὴρ, μεθ´ ὃν Ἐλεύθερος. Ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει, ὡς ὁ νόμος κηρύττει καὶ οἱ προφῆται καὶ ὁ Κύριος. Ὁ δ´ αὐτὸς καὶ τῶν κατ´ αὐτὸν αἱρέσεων τὰς ἀρχὰς ὑποτίθεται διὰ τούτων· Καὶ μετὰ τὸ μαρτυρῆσαι Ἰάκωβον τὸν Δίκαιον ὡς καὶ ὁ Κύριος ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος, ὃν Κπροέθεντο πάντες, ὄντο ἀνεψιὸν τοῦ Κυρίου Κδεύτερον. Διὰ τοῦτο ἐκάλουν τὴν Ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις. Ἄρχεται δ´ ὁ Θέβουλις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον, ὑποφθείρειν, ἀπὸ τῶν ἑπτὰ αἱρέσεων

---

Hegesippus, Fragmenta (Ex Incerto Libro). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003690.
