# Fragmenta (Ex Incerto Libro) 671

Hegesippus, Fragmenta (Ex Incerto Libro), 671. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hegesippus/fragmenta-ex-incerto-libro/671
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hegesippus/fragmenta-ex-incerto-libro/671

ὤνκαὶ αὐτὸς ἦν ἐν τῷ λαῷ, ἀφ´ ὧν Σίμων, δθεν οἱ Σιμωνιανοί· καὶ Κλεόβιος, ὅθεν Κλεοβιανοί· καὶ Δοσίθεος, δθεν Δοσιθιανοί· καὶ Γορθαῖος, ὅθεν Γορθηωνοὶ, καὶ Μασβωθαῖος, ὅθεν Μασβωθαῖοι· ὅθεν ἀπὸ τούτων Μενανδριανισταὶ, καὶ Μαρκιωνισταὶ, καὶ Καρποκρατιανοί· καὶ Οὐαλεντινιανοὶ, καὶ Βασιλειδιανοὶ, καὶ Σατορνιλιανοί· ἕκαστος ἰδίως καὶ ἐτέρως ἰδίαν δόξαν παρεισήγαγεν. Ἀπὸ τούτων ψευδόχριστοι, ψευδοπροφῆται, ψευδαπόστολοι· οἵτινες ἐμέρισαν τὴν ἕνωσιν τῆς Ἐκκλησίας φθοριμαίοις λό γοις κατὰ τοῦ Θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ Ἔτι δὲ ὁ αὐτὸς καὶ τὰς πάλαι γεγενημένας παρὰ Ἰουδαίοις αἰρέσεις ἰστορεῖ λέγων· Ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ περιτομῆ ἐν υἱοῖς Ἰσραὴλ τῶν κατὰ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ αὗται·

---

Hegesippus, Fragmenta (Ex Incerto Libro). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003690.
