# Aethiopica 1.13

Heliodorus of Emesa, Aethiopica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/1.13

ἅμα δὲ τῇ ἕω λαβὼν οὕτως ὡς εἶχον δεσμῶν, ἐπὶ τὸν δῆμον ἦγε, καὶ τῆς κεφαλῆς κόνιν καταχεάμενος, οὐκ ἐπὶ τοιαύταις μὲν ἐλπίσιν, ὦ Ἀθηναῖοι, τόνδε ἀνέτρεφον, ἔλεγεν, ἀλλὰ τοῦ γήρως τοὐμοῦ βακτηρίαν ἔσεσθαι προσδοκῶν, ἐπειδὴ τάχιστά μοι ἐγένετο, ἐλευθερίου τε τροφῆς μεταδοὺς καὶ τὰ πρῶτα τῶν γραμμάτων διδαξάμενος, εἰς τοὺς φράτορας καὶ γεννήτας εἰσαγαγών, εἰς ἐφήβους ἐγγράψας, πολίτην ὑμέτερον κατὰ τοὺς νόμους ἀποφήνας, πάντα τὸν βίον ἐπὶ τούτῳ τὸν ἐμὸν ἐσάλευον. ἐπεὶ δὲ τούτων ἁπάντων λήθην λαβὼν ἐμὲ μὲν ὕβρισε τὰ πρῶτα, καὶ πληγαῖς ταυτηνὶ τὴν κατὰ νόμους συνοικοῦσάν μοι ᾐκίσατο, τέλος δὲ καὶ ξιφήρης νύκτωρ ἐπῆλθε, καὶ παρὰ τοσοῦτον γέγονε πατραλοίας παῤ ὅσον ἀντέσχεν ἡ τύχη ἀπροσδοκήτῳ φόβῳ τὸ ξίφος τῶν τούτου χειρῶν ἐκπεσεῖν παρασκευάσασα, καταπέφευγά τε πρὸς ὑμᾶς καὶ προσαγγέλλω τοῦτον, αὐτόχειρ μὲν αὐτοῦ γενέσθαι κατὰ τοὺς νόμους ἐξὸν οὐ βουληθείς, ὑμῖν δὲ τὸ πᾶν καταλιπών, νόμῳ βέλτιον ἡγούμενος ἢ φόνῳ παιδὸς τὴν δίκην λαμβάνειν. καὶ ἅμα ἐπεδάκρυεν. ἐπεκώκυε δὲ καὶ ἡ Δημαινέτη, καὶ περιαλγεῖν ἐπ’ ἐμοὶ δῆθεν ἐπεδείκνυτο, τὸν ἄθλιον ἀποκαλοῦσα, τὸν ἐν δίκῃ μὲν ἀλλὰ πρὸ ὥρας τεθνηξόμενον, τὸν ὑπὸ δαιμόνων ἀλαστόρων ἐπὶ τοὺς γεννήσαντας ἐλαθέντα, οὐ θρηνοῦσα μᾶλλον ἢ καταμαρτυροῦσα τοῖς θρήνοις, καὶ ὡς ἀληθῆ τὴν κατηγορίαν βεβαιοῦσα τοῖς γόοις. ἐπεὶ δὲ μεταδοῦναι κἀμοὶ λόγων ἠξίουν, ὁ γραμματεὺς προσελθὼν ἠρώτα στενὸν ἐρώτημα, εἰ τῷ πατρὶ ξιφήρης ἐπῆλθον. ἐμοῦ δέ ἐπῆλθον μέν εἰπόντος, ἀλλ̓ ὅπως, ἀκούσατε, ἀνεβόησαν ἅπαντες, καὶ οὐδὲ ἀπολογίας μοι μετεῖναι κρίναντες οἳ μὲν λίθοις βαλεῖν, οἳ δὲ τῷ δημίῳ παραδιδόναι καὶ ὠθεῖσθαι εἰς τὸ βάραθρον ἐδοκίμαζον. ἐμοῦ δὲ παρὰ πάντα τὸν θόρυβον καὶ τὸν χρόνον ὃν περὶ τῆς τιμωρίας διεχειροτόνουν, ὦ μητρυιά βοῶντος, διὰ μητρυιὰν ἀναιροῦμαι, μητρυιά με ἄκριτον ἀπόλλυσι, προσέστη τοῖς πολλοῖς τὸ λεγόμενον καὶ εἰσῄει τῶν ὄντων ὑποψία. καὶ ἠκούσθην μὲν οὐδὲ τότε: προκατείληπτο γὰρ ὁ δῆμος ἀκαταπαύστῳ θορύβῳ:

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
