Ancient Greek · ~11 min
Book 1
Heliodorus of Emesa, Aethiopica 1.14
Not analysed yet
τῶν δὲ ψήφων διακρινομένων οἱ μὲν τὸν θάνατον καταχειροτονήσαντες ἦσαν εἰς ἑπτακοσίους καὶ χιλίους, οἳ μὲν καταλεῦσαι οἳ δὲ εἰς τὸ βάραθρον πέμψαι κρίναντες, οἱ λοιποὶ δὲ εἰς χιλίους, ὅσοι τι καὶ τῇ ὑπονοίᾳ τῇ κατὰ τῆς μητρυιᾶς δόντες φυγῇ με ἐς τὸ διηνεκὲς ἐζημίωσαν. ἀλλ̓ ὅμως ἡ τούτων ἐκράτει ψῆφος: τῶν μὲν γὰρ ἄλλων ὁμοῦ πάντων ἦσαν ἐλάττους, ἐκείνων δὲ διάφορα ψηφισαμένων εἰς τὸ μέρος οἱ χίλιοι πλείους ἐγίνοντο. κἀγὼ μὲν οὕτως ἐξηλαυνόμην ἑστίας τε πατρῴας καὶ τῆς ἐνεγκούσης, οὐ μὴν ἀτιμώρητός γε ἡ θεοῖς ἐχθρὰ Δημαινέτη περιελείφθη. τὸν δὲ τρόπον εἰσαῦθις ἀκούσεσθε. τὸ δὲ νῦν καὶ ὕπνου μεταληπτέον: τό τε γὰρ πολὺ προέβη τῆς νυκτός, καὶ ὑμῖν πολλῆς δεῖ τῆς ἀναπαύσεως. καὶ μὴν προσεπιτρίψεις γε ἡμᾶς, ἔφη ὁ Θεαγένης, εἰ τὴν κακίστην ἀτιμώρητον ἐάσεις ἐν τῷ λόγῳ Δημαινέτην. οὐκοῦν ἀκούοιτ̓ ἄν, ἔφη ὁ Κνήμων, ἐπειδήπερ ὑμῖν οὕτω φίλον. ἐγὼ μὲν ὡς εἶχον μετὰ τὴν κρίσιν εἰς τὸν Πειραιᾶ κατέβην, καὶ νεὼς ἀναγομένης ἐπιτυχὼν τὸν πλοῦν εἰς Αἴγιναν ἐποιούμην, ἀνεψιοὺς εἶναί μοι τῆς μητρὸς ἐνταῦθα πυνθανόμενος. κατάρας δὲ καὶ τοὺς ἐπιζητουμένους ἀνευρὼν οὐκ ἀηδῶς τὰ πρῶτα διῆγον. εἰκοστῇ δὲ ὕστερον ἡμέρᾳ συνήθως ἀλύων ἐπὶ λιμένα κατῆλθον, καὶ λέμβος ἄρτι κατεφέρετο. μικρὸν οὖν ἐπιστάς, ὁπόθεν τε εἴη καὶ τίνας ἄγοι περιεσκόπουν. οὔπω δὲ τῆς ἀποβάθρας ἀκριβῶς κειμένης ἐξήλατό τις καί με προσδραμὼν περιέβαλεν. ἦν δ̓ ἄρα Χαρίας τῶν ἐμῶν συνεφήβων. καὶ ὦ Κνήμων, εὐαγγέλιά σοι κομίζω, φησίν: ἔχεις παρὰ τῆς πολεμίας τὴν δίκην: Δημαινέτη τέθνηκεν. ἀλλὰ σώζοιο μέν, ἔφην, ὦ Χαρία: τί δὲ παρατρέχεις τὸ εὐαγγέλιον ὥσπερ τι τῶν ἀτόπων ἀπαγγέλλων; εἰπὲ δὲ καὶ τὸν τρόπον, ὡς σφόδρα δέδοικα μὴ τῷ κοινῷ κέχρηται θανάτῳ καὶ διέδρα τὸν πρὸς ἀξίαν. οὐ παντάπασιν, ἔφη ὁ Χαρίας, ἐκλέλοιπεν ἡμᾶς ἡ δίκη καθ̓ Ἡσίοδον, ἀλλὰ μικρὸν μὲν ἄν τι καὶ παρίδοι ποτέ, τῷ χρόνῳ τὴν ἄμυναν παρέλκουσα, τοῖς δὲ οὕτως ἀθέσμοις ὀξὺν ἐπιβάλλει τὸν ὀφθαλμόν, ὡς δὴ καὶ τὴν ἀλιτήριον μετῆλθε Δημαινέτην. ἔλαθε δέ με τῶν γεγονότων ἢ λεχθέντων οὐδέν, τῆς Θίσβης, ὡς οἶσθα, κατὰ τὴν πρός με συνήθειαν πάντα διηγουμένης. τῆς γὰρ ἀδίκου σοι φυγῆς ἐπιβληθείσης, ὁ μὲν ἄθλιός σοι πατὴρ ἐπὶ τοῖς πραχθεῖσι μεταμελόμενος εἰς ἀγρόν τινα καὶ ἐσχατιὰν ἑαυτὸν ἀπῴκισε, κἀκεῖ διῆγεν ὃν θυμὸν κατέδων, τοῦτο δὴ τὸ τοῦ ἔπους: τὴν δὲ εὐθὺς ἐρινύες ἤλαυνον, καὶ μανικώτερον ἤρα σου μὴ παρόντος, καὶ θρήνων οὐκ ἐπαύετο, δῆθεν μὲν τῶν ἐπὶ σοί, τὸ δ̓ ἀληθὲς τῶν ἐφ̓ ἑαυτῇ, καὶ Κνήμων ἐβόα νύκτα τε καὶ μεθ̓ ἡμέραν, παιδίον γλυκύτατον, ψυχὴν ἑαυτῆς ὀνομάζουσα, ὥστε καὶ αἱ γνώριμοι τῶν γυναικῶν φοιτῶσαι παῤ αὐτὴν σφόδρα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν, εἰ μητρὸς ἡ μητρυιὰ πάθος ἐπιδείκνυται, παραμυθεῖσθαί τε καὶ ἐπιρρωννύναι ἐπειρῶντο. ἣ δὲ ἀπαραμύθητον εἶναι τὸ κακόν, καὶ οἷον ἐγκεῖσθαι τῇ καρδίᾳ κέντρον ἀγνοεῖν τὰς ἄλλας ἔλεγεν.