# Aethiopica 1.15.1

Heliodorus of Emesa, Aethiopica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/1.15.1

εἰ δέ ποτε γένοιτο καθ̓ ἑαυτήν, πολλὰ τὴν Θίσβην ἐμέμφετο ὡς οὐ προσηκόντως ὑπηρετησαμένην, ἡ σπουδαία περὶ τὰ δεινά λέγουσα, ἡ πρὸς μὲν τὸν ἔρωτα μὴ συμπράξασα, ἐπὶ δὲ τῷ στερηθῆναί με τοῦ φιλτάτου καὶ λόγου ταχίων ἀποδειχθεῖσα, μηδὲ μεταβουλεύσασθαί μοι συγχωρήσασα. καὶ δήλη παντοίως ἐγένετο κακόν τι διαθήσουσα τὴν Θίσβην. ἣ δὲ βαρυμηνιῶσαν ὁρῶσα, καὶ πάντῃ λυπηθεῖσαν ἐπιβουλεῦσαι πρόχειρον, καὶ οὐχ ἥκιστα τῷ τε θυμῷ καὶ ἔρωτι περιμανῆ τυγχάνουσαν, ἔγνω προλαβεῖν καὶ φθῆναι, τῇ κατ̓ ἐκείνης ἐπιβουλῇ σωτηρίαν ἑαυτῇ περιποιοῦσα. καὶ προσελθοῦσα, τί ταῦτα ὦ δέσποινα; ἔλεγε: τί μάτην ἔχεις ἐν αἰτίᾳ θεραπαινίδα τὴν σήν; ἐγὼ μέν σοι πρὸς τὸ βούλημα τὸ σὸν ἀεί τε καὶ νῦν ὑπηρετησάμην: εἰ δέ τι τῶν μὴ κατὰ γνώμην ἐκβέβηκεν, ἐκεῖνα μὲν τῇ τύχῃ λογιστέον, ἕτοιμος δέ, εἰ κελεύεις, ἐπινοεῖν τινὰ τῶν παρόντων λύσιν. ἣ δέ, καὶ τίς ἂν εὑρεθείη, φιλτάτη, ἔφη, τοῦ δυναμένου λῦσαι τὰ νῦν ἐκποδὼν γεγονότος, κἀμὲ τῆς παῤ ἐλπίδα τῶν δικαζόντων φιλανθρωπίας ἀνελούσης. εἰ γὰρ ἐβέβλητο τοῖς λίθοις, εἰ γὰρ ἀνῄρητο, πάντως ἄν κἀμοὶ συνετεθνήκει τὰ τοῦ πάθους: τὸ γὰρ ἀπελπισθὲν ἅπαξ ἐξῄρηται τῆς ψυχῆς, καὶ τὸ μηδαμόθεν ἔτι προσδοκώμενον ἀπαλγεῖν παρασκευάζει τοὺς κάμνοντας. νῦν δὲ ὁρᾶν φαντάζομαι, παρόντος ἀκούειν ἀπατῶμαι, ὀνειδίζοντα τὴν ἄδικον ἐπιβουλὴν αἰσχύνομαι, συντεύξεσθαί ποτε ἐπελθόντι καὶ ἀπολαύσειν, ἢ καὶ αὐτὴ παῤ ἐκεῖνον φοιτήσειν ὅπου ποτ̓ ἂν ᾖ γῆς, ὑποτίθεμαι. ταῦτα ὑπεκκαίει, ταῦτα ἐκμαίνει. δίκαια μέν, ὦ θεοί, πάσχω. τί γὰρ οὐ περιεῖπον ἀλλ̓ ἐπεβούλευον; τί δὲ οὐχ ἱκέτευον ἀλλ̓ ἐδίωκον; ἠρνήσατο τὴν πρώτην; ἀλλὰ προσηκόντως. ἀλλοτρίαν μέν, ἀλλ̓ οὖν γε πατρῴαν εὐνὴν ᾐσχύνετο. τυχὸν ἂν μετεπείσθη χρόνῳ πρὸς τὸ ἡμερώτερον καὶ πειθοϊ μεταπλαττόμενος. ἀλλ̓ ἡ θηριώδης ἐγὼ καὶ ἀνήμερος, ὥσπερ οὐκ ἐρῶσά τινος ἀλλ̓ ἄρχουσα, δεινὸν ὅτι μὴ ἐξ ἐπιτάγματος ὑπήκουσεν ἐποιησάμην, καὶ εἰ τῆς Δημαινέτης ὑπερεῖδε πολὺ τὴν ὥραν αὐτῆς ὑπερβάλλων. ἀλλ̓ ὦ γλυκεῖα Θίσβη, τίνα λύσιν ὠνόμαζες ῥᾳδίαν; ὦ δέσποινα, ἔφη, τοῖς πολλοῖς μὲν ὁ Κνήμων ὑπεξῆλθε τοῦ ἄστεος καὶ τῆς Ἀττικῆς ἐξώρμησε τῇ κρίσει πειθόμενος, ἐμὲ δὲ ἅπαντα διὰ σὲ πραγματευομένην οὐκ ἔλαθεν αὐτοῦ που πρὸ τοῦ ἄστεος κρυπτόμενος. Ἀρσινόην ἀκούεις που πάντως τὴν αὐλητρίδα: ταύτῃ ἐκέχρητο. μετὰ δὲ τὴν δυστυχίαν ὑποδέχεται αὐτὸν ἡ μεῖραξ, καὶ συναπαίρειν ἐπαγγελλομένη παῤ ἑαυτῇ κατέχει, κρυπτόμενον τέως ἕως ἂν συσκευάσηται. καὶ ἡ Δημαινέτη, μακαρία μὲν Ἀρσινόη, φησί, τῆς τε πρότερον πρὸς Κνήμωνα συνηθείας καὶ τῆς σὺν αὐτῷ νυνὶ προσδοκωμένης ἐκδημίας: ἀλλὰ τί ταῦτα ἂν εἴη πρὸς ἡμᾶς; μεγάλα, ἔφη, ὦ δέσποινα. ἐρᾶν μὲν ἐγὼ προσποιήσομαι τοῦ Κνήμωνος, παρακαλέσω δὲ τὴν Ἀρσινόην, οὖσάν μοι πάλαι γνώριμον ἀπὸ τῆς τέχνης, εἰσαγαγεῖν με ὡς αὐτὸν νύκτωρ ἀνθ̓ ἑαυτῆς. ἅπερ εἰ γένοιτο, σὸν ἂν εἴη τὸ ἐντεῦθεν Ἀρσινόην εἶναι δοκεῖν, καὶ φοιτᾶν παῤ αὐτὸν ὡς ἐκείνην. μελήσει δέ μοι καὶ ὑποβεβρεγμένον αὐτὸν κατακλῖναι παρασκευάσαι. εἰ δὲ τύχοις ὧν βούλει, μάλιστα μὲν εἰκὸς σχολάσαι τὸν ἔρωτα. πολλαῖς κατὰ τὴν πρώτην πεῖραν ἐναπεσβέσθη τὰ τῆς ἐπιθυμίας: κόρος γὰρ ἔρωτος τῶν ἔργων τὸ τέλος. εἰ δὲ ἐναπομείνειεν, ὃ μὴ γένοιτο, δεύτερος ἔσται, φασί, πλοῦς καὶ ἑτέρα βουλή. τὸ παρὸν τέως θεραπεύωμεν.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
