Ancient Greek
Book 1
Heliodorus of Emesa, Aethiopica 1.18
Not analysed yet
ταῦτά μοι ὁ Χαρίας ἀπήγγειλε. τὰ δὲ ἑξῆς, καὶ ὅπως δεῦρο ἀφικόμην ἢ τίσι ποτὲ κεχρημένος τύχαις, μακροτέρου δεῖται καὶ λόγου καὶ χρόνου. καὶ ἅμα ἐδάκρυεν. ἐδάκρυον δὲ καὶ οἱ ξένοι, τὰ μὲν ἐκείνου πρόφασιν, μνήμῃ δὲ τῶν ἰδίων ἕκαστος. καὶ οὐδ̓ ἂν ἔληξαν θρηνοῦντες, εἰ μή τις ὕπνος ἐπιπτὰς ὑφ̓ ἡδονῆς τῶν γόων ἔπαυσε τῶν δακρύων. καὶ οἳ μὲν οὕτως ἐκάθευδον, ὁ δὲ Θύαμις ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ λῃστάρχᾠ τῆς νυκτὸς τὸ πλεῖστον ἐνηρεμήσας, ὑπὸ τινῶν ὀνειράτων πεπλανημένων τεταραγμένος ἀθρόον τῶν ὕπνων ἀποσεσύλητο, καὶ τὴν ἐπίλυσιν διαπορῶν ἐπηγρύπνει τοῖς φροντίσμασι. καθ̓ ὃν γὰρ καιρὸν ἀλεκτρυόνες ᾅδουσιν, εἴτε, ὡς λόγος, αἰσθήσει φυσικῇ τῆς τοῦ ἡλίου καθ̓ ἡμᾶς περιστροφῆς ἐπὶ τὴν τοῦ θεοῦ πρόσρησιν κινούμενοι, εἴτε ὑπὸ θερμότητος ἅμα καὶ τῆς περὶ τὸ κινεῖσθαι καὶ σιτεῖσθαι θᾶττον ἐπιθυμίας τοὺς συνοικοῦντας ἰδίῳ κηρύγματι ἐπὶ ἔργον ἐγείροντες, ὄναρ αὐτῷ θεῖον ἔρχεται τοιόνδε. κατὰ τὴν Μέμφιν τὴν ἑαυτοῦ πόλιν τὸν νεὼν τῆς Ἴσιδος ἐπερχόμενος, λαμπαδίῳ πυρὶ τὸν ὅλον ἐδόκει καταλάμπεσθαι, πεπλῆσθαι δὲ βωμοὺς μὲν καὶ ἐσχάρας ζώων παντοίων, αἵματι διαβρόχους, προπύλαια δὲ καὶ περιδρόμους ἀνθρώπων κρότου καὶ θορύβου συμμιγοῦς πάντα πληρούντων. ἐπεὶ δὲ καὶ αὐτῶν ἐντὸς ἥκειν τῶν ἀνακτόρων, τὴν θεὸν ὑπαντῶσαν ἐγχειρίζειν τε τὴν Χαρίκλειαν, καὶ λέγειν, ὦ Θύαμι, τήνδε σοι τὴν παρθένον ἐγὼ παραδίδωμι. σὺ δὲ ἔχων οὐχ ἕξεις, ἀλλ̓ ἄδικος ἔσῃ καὶ φονεύσεις τὴν ξένην: ἣ δὲ οὐ φονευθήσεται. ταῦτα ὡς εἶδεν, ἀμηχάνως διῆγε, τῇδε κἀκεῖσε τὸ δηλούμενον ὅ τι ποτέ ἐστιν ἀναστρέφων. ἤδη δὲ ἀπειρηκὼς ἕλκει πρὸς τὴν ἑαυτοῦ βούλησιν τὴν ἐπίλυσιν: τὸ μὲν γὰρ ἕξεις καὶ οὐχ ἕξεις γυναῖκα καὶ οὐκέτι παρθένον ὑπετίθετο, τὸ δὲ φονεύσεις τὰς παρθενίους τρώσεις εἴκαζεν, ὑφ̓ ὦν οὐκ ἀποθανεῖσθαι τὴν Χαρίκλειαν.