Ancient Greek · ~3 min
Book 1
Heliodorus of Emesa, Aethiopica 1.24
Not analysed yet
ἐπιστέλλει δὲ εἰς δεκάτην ηὐτρεπισμένους εἶναι, τὴν ὁρμὴν ὡς ἐπὶ τὴν Μέμφιν ποιησομένους. τοῖς δὲ Ἕλλησι τὴν προτέραν ἀπεκλήρου σκηνήν. συνεσκήνου δὲ αὐτοῖς καὶ ὁ Κνήμων αὖθις ἐκ προστάγματος, οὐ φρουρὸς ἔτι τὸ ἐντεῦθεν ἀλλὰ συνόμιλος ἀποδεδειγμένος. καὶ δίαιτάν τε ἁβροτέραν τῆς οὔσης παρεῖχεν ὁ Θύαμις, καὶ δὴ καὶ τὸν Θεαγένην εἰς αἰδῶ τῆς ἀδελφῆς ὁμοδίαιτον ἐποιεῖτο. αὐτὴν δὲ τὴν Χαρίκλειαν οὐδὲ ὁρᾶν τὰ πολλὰ διεγνώκει, τοῦ μὴ τὴν θέαν ὑπέκκαυμα γίνεσθαι τοῦ ἐγκειμένου πόθου, καὶ πρᾶξαί τι παρὰ τὰ δόξαντα καὶ προδηλωθέντα καταναγκασθείη. καὶ ὁ μὲν Θύαμις ἐκ τούτων παρῃτεῖτο τὴν ὄψιν τῆς κόρης, οὐ δυνατὸν βλέπειν ἅμα καὶ σωφρονεῖν ἡγούμενος: ὁ δὲ Κνήμων, ἐπειδὴ τάχιστα πάντες ἐκποδὼν ἦσαν ἄλλος κατ̓ ἄλλο τῆς λίμνης καταδύντες, ἣν τῷ Θεαγένει βοτάνην ὑπέσχετο τῇ προτεραίᾳ, μαστεύων ὀλίγον τῆς λίμνης ἄπωθεν ἐπορεύετο.