# Aethiopica 1.25

Heliodorus of Emesa, Aethiopica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/1.25

κἀν τούτῳ σχολῆς ἐπιλαβόμενος ὁ Θεαγένης ἐδάκρυέ τε καὶ ἀνῴμωζε, πρὸς μὲν τὴν Χαρίκλειαν οὐδ̓ ὁτιοῦν διαλεγόμενος, θεοὺς δὲ συνεχῶς ἐπικαλούμενος μάρτυρας. τῆς δέ, εἰ τὰ συνήθη καὶ κοινὰ ταῦτα θρηνεῖ πυνθανομένης, ἢ μή τι πεπόνθοι καινότερον, καὶ τί γένοιτ̓ ἄν, ἔφη ὁ Θεαγένης, καινότερον ἢ τί ἀθεμιστότερον ὅρκων μὲν καὶ σπονδῶν παραβαινομένων, Χαρικλείας δὲ λήθην ἐμοῦ λαβούσης καὶ πρὸς ἄλλων γάμους ἐπινευούσης; εὐφήμησον, ἔφη ἡ κόρη, μηδέ μοι γίνου τῶν συμφορῶν βαρύτερος, μηδὲ τοσαύτην ἔχων ἐκ τῶν παρελθόντων τὴν κατ̓ ἐμοῦ διὰ τῶν ἔργων δοκιμασίαν, ἐκ λόγων ἐπικαίρων καὶ πρός τι χρειῶδες εἰρημένων ἄγε δἰ ὑποψίας. εἰ δὲ μή, γίνεται τοὐναντίον, καὶ μᾶλλον αὐτὸς μεταβάλλεσθαι δόξεις ἢ μεταβαλλομένην εὑρήσεις. ἐγὼ γὰρ δυστυχεῖν μὲν οὐκ ἀρνοῦμαι, μὴ σωφρονεῖν δὲ οὐδὲν οὕτω βίαιον ὥστε με μεταπεισθῆναι. ἓν μόνον οἶδα μὴ σωφρονοῦσα, τὸν ἐξ ἀρχῆς ἐπὶ σοὶ πόθον, ἀλλὰ καὶ τοῦτον ἔννομον. οὐ γὰρ ὡς ἐραστῇ πειθομένη ἀλλ̓ ὡς ἀνδρὶ συνθεμένη τό τε πρῶτον ἐμαυτὴν ἐπέδωκα, καὶ εἰς δεῦρο διετέλεσα καθαρὰν ἐμαυτὴν καὶ ἀπὸ τῆς σῆς ὁμιλίας φυλάττουσα, πολλάκις μὲν ἐπιχειροῦντα διωσαμένη, τὸν δὲ ἐξ ἀρχῆς ἡμῖν συγκείμενόν τε καὶ ἐνώμοτον ἐπὶ παισὶ γάμον ἔνθεσμον εἴ πῃ γένοιτο περισκοποῦσα. πῶς οὖν οὐκ ἂν εἴης ἄτοπος, εἰ τὸν βάρβαρόν με τοῦ Ἕλληνος, τὸν λῃστὴν τοῦ ἐρωμένου πιστεύοις ἐπίπροσθεν ἄγειν; τί οὖν ἐβούλετό σοι τὰ τῆς καλῆς δημηγορίας ἐκείνης; ἔφη ὁ Θεαγένης. τὸ μὲν γὰρ ἀδελφόν με σαυτῆς ἀναπλάττειν σοφὸν εἰς ὑπερβολήν, καὶ πόρρω τὸν Θύαμιν τῆς ἐφ̓ ἡμῖν ζηλοτυπίας ἀπάγον, καὶ συνεῖναι ἡμᾶς ἀλλήλοις ἀδεῶς παρασκευάζον. συνίην καὶ τῆς Ἰωνίας καὶ τῆς κατὰ τὴν Δῆλον πλάνης, ὅτι τῶν ὄντων ἦν καὶ ἀληθῶν ἐπικαλύμματα, καὶ πλάνην τῷ ὄντι τοῖς ἀκούουσιν ἐπάγοντα.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
