# Aethiopica 1.26

Heliodorus of Emesa, Aethiopica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/1.26

τὸ δὲ ἑτοίμως οὕτως ἐπινεύειν τὸν γάμον καὶ συντίθεσθαι διαρρήδην καὶ καιρὸν ὁρίζειν, ταῦτα συμβάλλειν οὔτε ἐδυνάμην οὔτε ἐβουλόμην. εὐχόμην δὲ καταδῦναι μᾶλλον ἢ τοιαύτην ἐπιδεῖν τῶν ἐπὶ σοὶ πόνων τε καὶ ἐλπίδων τὴν τελευτήν. καὶ ἡ Χαρίκλεια περιβαλοῦσα τὸν Θεαγένην καὶ μυρία φιλήσασα καὶ διάβροχον ποιήσασα τοῖς δάκρυσιν, ὡς ἥδιστα, ἔφη, δέχομαί σου τοὺς ἐπ’ ἐμοὶ τούτους φόβους: εὔδηλος γὰρ εἶ κἀκ τούτων μὴ ὀκλάσας τὸν ἐπ’ ἐμοὶ πόθον ὑπὸ τῶν πολλῶν συμφορῶν. ἀλλ̓ εὖ ἴσθι, Θεάγενες, οὐδ̓ ἂν τὸ παρὸν τοῦτο ἀλλήλοις διελεγόμεθα, μὴ τούτων οὕτως ἐπηγγελμένων. ὁρμὴν γάρ, ὡς οἶσθα, κρατούσης ἐπιθυμίας μάχη μὲν ἀντίτυπος ἐπιτείνει, λόγος δὲ εἴκων καὶ πρὸς τὸ βούλημα συντρέχων τὴν πρώτην καὶ ζέουσαν φορὰν ἀνέστειλε καὶ τὸ κάτοξυ τῆς ὀρέξεως τῷ ἡδεῖ τῆς ἐπαγγελίας κατεύνασε. πρώτην γάρ, ὡς οἶμαι, πεῖραν οἱ ἀγροικότερον ἐρῶντες τὴν ὑπόσχεσιν νομίζουσι, καὶ κρατεῖν, ἐπὸ τῆς ἐπαγγελίας ἡγούμενοι πραότερον διάγουσιν, ἐπὶ τῶν ἐλπίδων σαλεύοντες. ἃ δὴ καὶ αὐτὴ προμηθουμένη τοῖς λόγοις ἐμαυτὴν ἐξεδόμην, θεοῖς τὰ ἑξῆς ἐπιτρέψασα καὶ δαίμονι τῷ τὴν ἀρχὴν λαχόντι τὸν ἡμέτερον ἐπιτροπεύειν ἔρωτα. πολλὰ μία ἡμέρα καὶ δύο πολλάκις ἔδοσαν τῶν εἰς σωτηρίαν, καὶ τύχαι παρέσχον ἃ βουλαῖς ἄνθρωποι μυρίαις οὐκ ἐξεῦρον. τοῦτό τοι καὶ αὐτὴ τὸ παρὸν ἐπινοίαις ὑπερεθέμην, τὰ πρόδηλα τοῖς ἀδήλοις διακρουσαμένη. φυλακτέον οὖν, ὦ γλυκύτατε, καθάπερ πάλαισμα τὸ πλάσμα, καὶ σιγητέον οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν Κνήμωνα. φιλάνθρωπος μὲν γάρ ἐστι περὶ ἡμᾶς καὶ Ἕλλην, ἀλλ̓ αἰχμάλωτος καὶ τῷ κρατοῦντι πλέον, ἂν οὕτω τύχῃ, χαριούμενος. οὔτε γὰρ φιλίας χρόνος οὔτε ἀγχιστείας θεσμὸς ἐνέχυρον ἡμῖν ἀκριβὲς τῆς πίστεως αὐτοῦ τῆς περὶ ἡμᾶς δίδωσι. διὸ κἂν ἔκ τινος ὑπονοίας ἐπιψαύσῃ ποτὲ τῶν ἡμετέρων, ἀρνητέον τὴν πρώτην. καλὸν γάρ ποτε καὶ τὸ ψεῦδος, ὅταν ὠφελοῦν τοὺς λέγοντας μηδὲν καταβλάπτῃ τοὺς ἀκούοντας.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
