# Aethiopica 1.4

Heliodorus of Emesa, Aethiopica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/1.4

ὄψε δὴ οὖν ποτὲ πλησιάσας ὁ λῄσταρχος ἐπιβάλλει τε τῇ κόρῃ τὴν χεῖρα, καὶ ἀνίστασθαί τε καὶ ἕπεσθαι ἐκέλευεν. ἣ δὲ τῶν μὲν λεγομένων οὐδὲν συνιεῖσα, τὸ δὲ προσταττόμενον συμβάλλουσα, συνεφείλκετο τὸν νεανίσκον οὐδὲ αὐτὸν μεθιέντα, καὶ τὸ ξίφος ἐπιφέρουσα τοῖς στέρνοις ἑαυτὴν ἀποσφάξειν ἠπείλει, εἰ μὴ ἀμφοτέρους ἄγοιεν. συνεὶς οὖν ὁ λῄσταρχος τὸ μέν τι τοῖς λεγομένοις, πλέον δέ τοῖς νεύμασι, καὶ ἅμα συνεργὸν ἕξειν εἰς τὰ μέγιστα τὸν νεανίαν, εἰ περισωθείη, προσδοκήσας, καταβιβάσας τόν τε ὑπασπιστὴν καὶ ἑαυτὸν τῶν ἵππων ἀνατίθεται τοὺς αἰχμαλώτους, τοὺς μὲν ἄλλους τὰ λάφυρα συσκευασαμένους ἕπεσθαι προστάξας, αὐτὸς δὲ ἐκ ποδὸς παραθέων καὶ προσανέχων, εἴ ποί τις αὐτῶν περιτρέποιτο. καὶ ἦν δόξης οὐκ ἐκτὸς τὸ γινόμενον: δουλεύειν ὁ ἄρχων ἐφαίνετο, καὶ ὑπηρετεῖσθαι ὁ κρατῶν τοῖς ἑαλωκόσιν ᾑρεῖτο, οὕτως εὐγενείας ἔμφασις καὶ κάλλους ὄψις καὶ λῃστρικὸν ἦθος οἶδεν ὑποτάττειν, καὶ κρατεῖν τῶν αὐχμηροτέρων δύναται.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
