Ancient Greek · ~10 min
Book 1
Heliodorus of Emesa, Aethiopica 1.8
Not analysed yet
σιγῆς δὲ τὸ ἕλος κατασχούσης καὶ νυκτὸς εἰς πρώτην φυλακὴν προελθούσης, τὴν ἐρημίαν τῶν ὀχλησόντων εὐπορίαν εἰς θρήνους οἱ περὶ τὴν κόρην ἐλάμβανον, ἀνακινούσης αὐτοῖς, οἶμαι, πλέον τὰ πάθη τῆς νυκτός, ἅτε οὐδεμιᾶς οὔτε ἀκοῆς οὔτε ὄψεως ἐφ̓ ἑαυτὴν ἀντισπώσης, ἀλλὰ μόνῳ τῷ λυποῦντι σχολάζειν ἐπιτρεπούσης. πολλὰ δὴ οὖν ἀνοιμώξασα καθ̓ ἑαυτὴν ἡ κόρη ʽκεχώριστο γάρ, τοῦτο προσταχθέν, ἐπί τινος χαμεύνης κατακεκλιμένἠ καὶ ὅσον πλεῖστον ἐπιδακρύσασα, Ἄπολλον ἔφη, ὡς λίαν ἡμᾶς καὶ πικρότερον ἀμύνῃ τῶν ἁμαρτημάτων, οὐδὲ ἱκανά σοι πρὸς τιμωρίαν τὰ παρελθόντα, στέρησις τῶν οἰκείων, καταποντιστῶν ἅλωσις, θαλασσῶν μυρίος κίνδυνος, λῃστῶν ἐπὶ γῆς ἤδη δευτέρα σύλληψις, καὶ πικρότερα τῶν ἐν πείρᾳ τὰ προσδοκώμενα. καὶ ποῖ ταῦτα στήσεις; εἰ μὲν εἰς θάνατον ἀνύβριστον, ἡδὺ τὸ τέλος, εἰ δέ με γνώσεταί τις αἰσχρῶς, ἣν μηδέπω μηδὲ Θεαγένης, ἐγὼ μὲν ἀγχόνῃ προλήψομαι τὴν ὕβριν, καθαρὰν ἐμαυτὴν ὥσπερ φυλάττω, καὶ μέχρι θανάτου φυλάξασα, καὶ καλὸν ἐντάφιον τὴν σωφροσύνην ἀπενεγκαμένη, σοῦ δὲ οὐδεὶς ἔσται δικαστὴς πικρότερος. καὶ ἔτι λέγουσαν ἐπεῖχεν ὁ Θεαγένης, παῦε, λέγων, ὦ φιλτάτη καὶ ψυχὴ ἐμὴ Χαρίκλεια. θρηνεῖς μὲν εἰκότα, παροξύνεις δὲ πλέον ἢ δοκεῖς τὸ θεῖον: οὐ γὰρ ὀνειδίζειν ἀλλὰ παρακαλεῖν χρεών. εὐχαῖς, οὐκ αἰτίαις ἐξιλεοῦται τὸ κρεῖττον. ἣ δέ, εὖ μὲν λέγεις, σὺ δέ μοι πῶς ἔχεις; διηρώτα. ῥᾷον, ἔφη, καὶ βέλτιον ἀπὸ τῆς ἑσπέρας, ἐκ τῆς τοῦ μειρακίου θεραπείας, ἣ τὰ φλεγμαίνοντά μοι τῶν τραυμάτων ἐπεκούφισεν. ἀλλὰ καὶ μᾶλλον εἰς ἕω κουφισθήσῃ, ἔφη ὁ τὴν φρουρὰν αὐτῶν ἐπιτετραμμένος: τοιαύτην σοι ποριοῦμαι βοτάνην, ἣ διὰ τρίτης ἑνώσει τὰς πληγάς. ἔχω δὲ αὐτῆς ἔργῳ τὴν πεῖραν λαβών: ἐξ οὗ γάρ με δεῦρο αἰχμάλωτον οἵδε ἤγαγον, εἴ τίς ποτε τῶν ὑπηκόων τῷδε τῷ ἄρχοντι συμβολῆς γενομένης τραυματίας ἧκεν, οὐ πολλῶν ἐδεήθη πρὸς ἴασιν ἡμερῶν, ᾗ λέγω ταύτῃ βοτάνῃ χρησάμενος. εἰ δέ μοι μέλει τῶν ὑμετέρων, οὐκ ἄξιον ὑμῖν θαυμάζειν: τύχης τε γάρ μοι τῆς αὐτῆς ἐοίκατε κοινωνεῖν, καὶ ἅμα Ἕλληνας ὄντας οἰκτείρω καὶ αὐτὸς Ἕλλην γεγονώς. Ἕλλην; ὦ θεοί, ἐπεβόησαν ὑφ̓ ἡδονῆς ἅμα οἱ ξένοι. Ἕλλην ὡς ἀληθῶς τὸ γένος καὶ τὴν φωνήν: τάχα τις ἔσται τῶν κακῶν ἀνάπνευσις. ἀλλὰ τίνα σε χρὴ καλεῖν; ἔφη ὁ Θεαγένης. ὃ δέ, Κνήμωνα. πόθεν δὲ γνωρίζειν; Ἀθηναῖον. τύχῃ τίνι κεχρημένον; παῦε; ἔφη: τί ταῦτα κινεῖς κἀναμοχλεύεις; τοῦτο δὴ τὸ τῶν τραγῳδῶν. οὐκ ἐν καιρῷ γένοιτ̓ ἂν ἐπεισόδιον ὑμῖν τῶν ὑμετέρων τὰ ἐμὰ ἐπεισφέρειν κακά. καὶ ἅμα οὐδ̓ ἂν ἐπαρκέσειε τὸ λειπόμενον πρὸς τὸ διήγημα τῆς νυκτός, ὕπνου καὶ ταῦτα δεομένοις ὑμῖν ἀπὸ πολλῶν τῶν πόνων καὶ ἀναπαύσεως.