# Aethiopica 1.9

Heliodorus of Emesa, Aethiopica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/1.9

ἐπεὶ δὲ οὐκ ἀνίεσαν ἀλλὰ παντοίως λέγειν ἱκέτευον, μεγίστην ἡγούμενοι παραψυχὴν τὴν τῶν ὁμοίων ἀκοήν, ἄρχεται ὁ Κνήμων ἐντεῦθεν. ἦν μοι πατὴρ Ἀρίστιππος, το μὲν γένος Ἀθηναῖος, βουλῆς δὲ τῆς ἄνω, τὴν περιουσίαν τῶν μέσων. οὗτος, ἐπειδή μοι τὴν μητέρα τελευτῆσαι συνέβη, πρὸς δευτέρους ἀπεκλίνετο γάμους, ἐπὶ μόνῳ μοι παιδὶ σαλεύειν ἐπιμεμφόμενος, καὶ τοῖς οἴκοις ἐπεισάγει γύναιον ἀστεῖον μὲν ἀλλ̓ ἀρχέκακον, ὄνομα Δημαινέτην. ὡς γὰρ τάχιστα εἰσῆλθεν, ὅλον ὑπεποιεῖτο καὶ πράττειν ὅτι βούλοιτο ἔπειθε, τῇ τε ὥρᾳ τὸν πρεσβύτην ἐπαγομένη καὶ τἆλλα ὑπερθεραπεύουσα, δεινὴ δέ; εἴπερ τις γυναικῶν, ἐφ̓ ἑαυτὴν ἐκμῆναι, καὶ τέχνην τὴν ἐπαγωγὸν ἐκτόπως ἠκριβωμένη, προόδοις τε τοὐμοῦ πατρὸς ἐπιστένουσα καὶ εἰσόδοις προστρέχουσα, καὶ βραδύνοντι μεμφομένη, καὶ ὡς ἀπώλετ̓ ἂν εἰ ὀλίγον ἐμέλλησε, καὶ περιβάλλουσα ἐφ̓ ἑκάστῳ ῥήματι, καὶ ἐπιδακρύουσα τοῖς φιλήμασιν. οἷς ἅπασιν ὁ πατήρ μου σαγηνευθεὶς ὅλην ἐκείνην καὶ ἔπνει καὶ ἔβλεπεν. ἣ δὲ κἀμὲ τὰ πρῶτα ἴσα καὶ παῖδα ὁρᾶν ἐπλάττετο, κἀν τούτῳ τὸν Ἀρίστιππον ὑποποιουμένη, καί ποτε καὶ ἐφίλησεν ἂν προσελθοῦσα, καὶ ὄνασθαί μου συνεχῶς ηὔξατο. κἀγὼ προσιέμην, τῶν μὲν ὄντων οὐδὲν ὑποπτεύων, ὅτι δὲ μητρῴαν ἐπιδείκνυται περὶ ἐμὲ θαυμάζων διάθεσιν. ἐπεὶ δὲ ἰταμώτερον προσῄει, καὶ θερμότερα ἦν τὰ φιλήματα τοῦ πρέποντος, καὶ τὸ βλέμμα τοῦ σώφρονος ἐξιστάμενον πρὸς ὑπόνοιαν ἦγεν ἤδη, τὰ πολλὰ καὶ ὑπέφευγον καὶ πλησιάζουσαν ἀπωθούμην. καὶ τὰ μὲν ἄλλα τί δεῖ μηκύνοντα ἐνοχλεῖν; τὰς πείρας ἃς καθῆκε, τὰς ὑποσχέσεις ἃς ἐπηγγείλατο, νῦν μὲν παιδίον νῦν δὲ γλυκύτατον ὀνομάζουσα, καὶ αὖθις κληρονόμον καὶ μετ̓ ὀλίγον ψυχὴν ἑαυτῆς ἀποκαλοῦσα, καὶ ἁπλῶς τὰ καλὰ τῶν ὀνομάτων τοῖς ἐπαγωγοῖς παραμιγνῦσα, καὶ οἷς τισὶ μᾶλλον προστρέχω περισκοποῦσα, ὡς ἐν μὲν τοῖς σεμνοτέροις μητέρα ἑαυτὴν ἀναπλάττουσα, ἐν δὲ τοῖς ἀτοπωτέροις τοῦτο ἐκεῖνο λαμπρῶς ἐρωμένην ἀποφαίνουσα.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
