# Aethiopica 10.14.1

Heliodorus of Emesa, Aethiopica, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/10.14.1

ἐπὶ τούτοις ὁ Σισιμίθρης, τὰ μὲν πρῶτα, ἔφη, τῶν ζητουμένων ἔχει σοι λύσιν. ὁ γὰρ ἀνελόμενος ἐκτεθεῖσαν καὶ ἀναθρέψας λάθρᾳ, καὶ εἰς Αἴγυπτον κομίσας ὅτε με πρεσβευτὴν ἔστειλας, οὗτος ἐγὼ εἰμί. καὶ ὡς οὐ θεμιτὸν ἡμῖν τὸ ψεῦδος, οἶσθα προλαβών. γνωρίζω καὶ τὴν ταινίαν τοῖς βασιλείοις Αἰθιόπων γράμμασιν, ὡς ὁρᾷς, κεχαραγμένην, καὶ οὐ παρέχουσαν ἀμφιβολίαν ἀλλαχόσε συντετάχθαι, Περσίνης δὲ αὐτοχειρίᾳ κατεστίχθαι παρὰ σοὶ μάλιστα γνωριζομένην. ἀλλ̓ ἦν καὶ ἕτερα συνεκτεθέντα γνωρίσματα, δοθέντα παῤ ἐμοῦ τῷ ὑποδεξαμένῳ τὴν κόρην, ἀνδρὶ Ἕλληνί τε καὶ ὡς ἐφαίνετο, καλῷ τε καὶ ἀγαθῷ. σώζεται, ἔφη, ταῦτα, ἡ Χαρίκλεια. καὶ ἅμα ἐπεδείκνυ τοὺς ὅρμους. πλέον ἡ Περσῖνα ἰδοῦσα κατεπλάγη, καὶ πυνθανομένου τοῦ Ὑδάσπου τίνα ταῦτα εἴη καὶ εἴ τι πλέον ἔχοι ἐκδιδάσκειν, ἀπεκρίνατο οὐδὲν ἢ ὅτι γνωρίζει μέν, κατ̓ οἶκον δὲ ταῦτα ἐξετάζειν καλόν. αὖθις οὖν ἀδημονῶν ὁ Ὑδάσπης ἐφαίνετο. καὶ ἡ Χαρίκλεια, ταῦτα μὲν ἂν εἴη τῆς μητρὸς τὰ γνωρίσματα, σὸν δὲ ἴδιον ὅδε ὁ δακτύλιος. καὶ ἐδείκνυ τὴν παντάρβην. ἐγνώρισεν ὁ Ὑδάσπης, δεδωκὼς δῶρον τῇ Περσίνῃ παρὰ τὴν μνηστείαν. καὶ ὦ βελτίστη ἔφη, τὰ μὲν γνωρίσματα ἐμά, σὲ δὲ ἐμὴν οὖσαν τούτοις κεχρῆσθαι, καὶ μὴ ἄλλως ἐπιτυχοῦσαν, οὐδέπω γνωρίζω: πρὸς γὰρ τοῖς ἄλλοις, καὶ χροιὰ ξένη τῆς Αἰθιοπίδος λαμπρύνει. καὶ ὁ Σισιμίθρης, λευκήν, ἔφη, κἀγὼ τότε ἀνειλόμην ἣν ἀνειλόμην. ἄλλως τε καὶ τῶν ἐτῶν ὁ χρόνος συμβαίνει πρὸς τὴν παροῦσαν τῆς κόρης ἡλικίαν, ἑπτακαίδεκά που τῶν πάντων ταύτῃ τε καὶ τῇ ἐκθέσει πληρουμένων. ἐμοὶ δὲ καὶ τῶν ὀφθαλμῶν τὸ βλέμμα προΐσταται, καὶ τὸν ὅλον τῆς ὄψεως χαρακτῆρα καὶ τὸ ὑπερφυὲς τῆς ὥρας ὁμολογοῦντα τοῖς τότε τὰ νυνὶ φαινόμενα γνωρίζω. ταυτὶ μὲν ἄριστα ὦ Σισιμίθρη, πρὸς αὐτὸν ὁ Ὑδάσπης, καὶ ὡς ἄν τις ἐκθυμότατα συνηγορῶν μᾶλλον ἢ δικάζων. ἀλλ̓ ὅρα μὴ μέρος τι λύων ἕτερον ἀνακινεῖς ἀπόρημα, δεινόν τε καὶ οὐδαμῶς ἀπολύσασθαι τὴν ἐμοὶ συμβιοῦσαν εὔπορον. λευκὴν γὰρ πῶς ἂν Αἰθίοπες ἀμφότεροι παρὰ τὸ εἰκὸς ἐτεκνώσαμεν; ὑποβλέψας οὖν ὁ Σισιμίθρης καί τι εἰρωνικὸν ὑπομειδιάσας, σὺ μὲν οὐκ οἶδα, ἔφη, ὅ τι πάσχεις ἀπὸ τοῦ τρόπου τοῦ σοῦ, τὸ παρὸν συνηγορίαν ἡμῖν ὀνειδἰζων, ἣν οὐκ ἂν ἐν φαύλῳ ποιησαίμην: δικαστὴν γὰρ ὁρίζομεν γνήσιον τὸν τοῦ δικαίου συνήγορον. τί δὲ οὐχὶ σοὶ μᾶλλον ἢ τῇ κόρῃ συνηγορῶν φανήσομαι, πατέρα σε σὺν τοῖς θεοῖς ἀναδεικνύς, καὶ ἣν ἐκ σπαργάνων περιέσωσα ὑμῖν θυγατέρα, ταύτην καὶ νῦν ἀνασωζομένην ἐπ’ ἀκμῆς οὐ περιορῶν. ἀλλὰ σὺ μὲν ἃ βούλει γίγνωσκε περὶ ἡμῶν, οὐδένα ὑπόλογον τούτου ποιουμένων: οὐ γὰρ πρὸς τὴν ἑτέρων ἀρέσκειαν βιοῦμεν, τὸ δὲ αὐτὸ καλὸν κἀγαθὸν ζηλοῦντες ἑαυτοὺς πείθειν ἀγαπῶμεν. τῆς γε μὴν κατὰ τὴν χροιὰν ἀπορίας φράζει μέν σοι καὶ ἡ ταινία τὴν λύσιν, ὁμολογούσης ἐν αὐτῇ ταυτησὶ Περσίνης ἐσπακέναι τινὰ εἴδωλα καὶ φαντασίας ὁμοιοτήτων ἀπὸ τῆς κατὰ τὴν Ἀνδρομέδαν πρὸς σὲ ὁμιλίας ὁρωμένης. εἰ δ̓ οὖν καὶ ἄλλως πιστώσασθαι βούλει, πρόκειται τὸ ἀρχέτυπον: ἐπισκόπει τὴν Ἀνδρομέδαν, ἀπαράλλακτον ἐν τῇ γραφῇ καὶ ἐν τῇ κόρῃ δεικνυμένην.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
