# Aethiopica 10.20

Heliodorus of Emesa, Aethiopica, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/10.20

πρὸς ταῦτα ὁ Ὑδάσπης, οὔπω τῶν ὄντων ἐπήβολος γινόμενος, ἐπαινῶ μέν σε τῆς φιλανθρωπίας, ὦ θύγατερ, ἔφη, ξένον καὶ Ἕλληνα καὶ ἥλικα καὶ συναιχμάλωτον καὶ συνήθειαν πρὸς σὲ τὴν ἐκ τῆς ἐκδημίας κεκτημένον χρηστῶς κατελεοῦσαν καὶ περισώζειν ἐπινοοῦσαν: ἀλλ̓ οὐκ ἔστιν ὅπως ἂν ἐκεῖνος ἐξαιρεθείη τῆς ἱερουργίας. ἄλλως τε γὰρ οὐκ εὐαγὲς παντάπασι περιγραφῆναι τὸ πάτριον τῆς τῶν ἐπινικίων θυσίας: καὶ ἅμα οὐδ̓ ἂν ὁ δῆμος ἀνάσχοιτο, μόλις καὶ πρὸς τὴν ἐπὶ σοὶ συγχώρησιν θεῶν εὐμενείᾳ κινηθείς. ἡ δὴ οὖν Χαρίκλεια, ὦ βασιλεῦ, ἔφη, ʽπατέρα γάρ σε καλεῖν τάχα οὐκ ἐγγίνεται,ʼ εἰ μὲν δὴ θεῶν εὐμενείᾳ σῶμα τοὐμὸν περισέσωσται, τῆς αὐτῆς ἂν γένοιτο εὐμενείας καὶ τὴν ἐμὴν ἐμοὶ περισῶσαι ψυχήν, ἣν ἀληθῶς εἶναί μοι ψυχὴν ἐπικλώσαντες ἴσασιν. εἰ δὲ τοῦτο ἀβούλητον μοίραις εὑρίσκοιτο, καὶ δεήσει πάντως τὰ ἱερεῖα κοσμῆσαι σφαγιασθέντα τὸν ξένον, ἓν γοῦν μοι χαρίσασθαι νεῦσον: αὐτήν με κέλευσον αὐτουργῆσαι τὸ θῦμα, καὶ τὸ ξίφος ὡς κειμήλιον δεξαμένην περίβλεπτον ἐπ’ ἀνδρείᾳ παῤ Αἰθίοψιν ἀναδειχθῆναι.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
