Ancient Greek · ~7 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.22
Not analysed yet
καὶ λέγειν τι φανερώτερον μελλούσης ʽτολμᾶν γὰρ τὸ κατεπεῖγον καὶ τὴν αἰδῶ τὴν παρθένιον περιορᾶν τὸ ἐν ὀφθαλμοῖς ὁρώμενον τοῦ κινδύνου τῷ Θεαγένει κατηνάγκαζεν̓ οὐκέτι κατασχὼν ὁ Ὑδάσπης, ὦ θεοί, ἔφη, ὡς κακὰ τοῖς καλοῖς ἐοίκατε μιγνύναι καὶ τὴν ἀπ̓ ἐλπίδος μοι δωρηθεῖσαν πρὸς ὑμῶν εὐδαιμονίαν τὸ μέρος κωλύειν, θυγατέρα μὲν ἀπροσδόκητον, ἀλλὰ παράφρονά πως ἀναδείξαντες. πῶς γὰρ οὐ παραπλῆγος τὸ νόημα τῆς ἀλλόκοτα ῥήματα προϊεμένης; ἀδελφὸν ὠνόμαζε τὸν μὴ ὄντα: τὸν ὄντα, ὅστις ἐστὶν ὁ ξένος ἐρωτωμένη, ἀγνοεῖν ἔλεγεν. αὖθις ἐζήτει περισώζεσθαι ὡς φίλον τὸν ἀγνοούμενον: ἀδύνατον εἶναι μαθοῦσα τὴν αἴτησιν, αὐτὴ καταθύειν ὡσανεὶ πολεμιώτατον ἱκέτευε. καὶ τοῦτο ὡς οὐ θεμιτὸν λεγόντων, μιᾷ μόνῃ καὶ ταύτῃ ὑπάνδρῳ τῆς τοιᾶσδε θυσίας καθωσιωμένης, ἄνδρα ἔχειν ἐμφαίνει, τὸν τίνα οὐ προστιθεῖσα. πῶς γὰρ τόν γε μήτε ὄντα μήτε γεγενῆσθαι αὐτῇ διὰ τῆς ἐσχάρας ἀποδειχθέντα; εἰ μὴ ἄρα παρὰ ταύτῃ μόνῃ ψεύδεται μὲν τὸ παῤ Αἰθίοψιν ἀψευδὲς τῶν καθαρευόντων πειρατήριον, καὶ ἐπιβᾶσαν ἄφλεκτον ἀποπέμπεται, καὶ παρθενεύειν νόθως χαρίζεται, μόνῃ δὲ ἔξεστι φίλους καὶ πολεμίους τοὺς αὐτοὺς ἐν ἀκαρεῖ καταλέγειν, ἀδελφοὺς δὲ καὶ ἄνδρας τοὺς μὴ ὄντας ἀναπλάττειν. ὥστε ὦ γύναι σὺ μὲν εἰς τὴν σκηνὴν εἴσιθι, καὶ ταύτην κατάστελλε πρὸς τὸ νηφάλιον, εἴτε ὑπό του θεῶν τοῖς ἱερείοις ἐπιφοιτήσαντος ἐκβακχευομένην, εἴτε καὶ δἰ ὑπερβολὴν χαρᾶς τῶν ἀνελπίστως εὐτυχηθέντων τὸν νοῦν παραφερομένην. ἐγὼ δὲ τὴν ὀφείλουσαν τοῖς θεοῖς ἀντὶ τῆσδε σφαγιασθῆναι καὶ ζητεῖν καὶ ἀνευρεῖν τινὶ προστάξας, ἕως ἂν τοῦτο γίνηται, εἰς τὸ χρηματίσαι ταῖς ἐκ τῶν ἐθνῶν ἡκούσαις πρεσβείαις καὶ δῶρα τὰ ἐπὶ τοῖς ἐπινικίοις προσκομιζόμενα παῤ αὐτῶν ὑποδέξασθαι τρέψομαι. καὶ ταῦτα εἰπών, τῆς τε σκηνῆς πλησίον ἐφ̓ ὑψηλοῦ προκαθίσας, ἥκειν τοὺς πρεσβευτάς, καὶ εἴ τινα ἐπικομίζοιντο δῶρα, προσάγειν ἐκέλευεν. ὁ δὴ οὖν εἰσαγγελεὺς Ἁρμονίας, εἰ πάντας ἅμα ἢ ἐν μέρει καὶ ἔθνους ἑκάστου κεκριμένως, καὶ δὴ εἰ καὶ ἰδίᾳ προσάγειν κελεύοι διηρώτα.