Ancient Greek · ~4 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.24
Not analysed yet
οὐ μὴν οὐδὲ ὁ Ὑδάσπης ἐπὶ τῆς καθέδρας ἐκαρτέρησεν, ἀλλ̓ ὑπήντα τε, καὶ μετὰ πατρικῆς τῆς φιλοφροσύνης περιπτυξάμενος πλησίον τε ἑαυτῷ καθίδρυσε, καὶ τὴν δεξιὰν ἐμβαλών, εἰς καιρὸν ἥκεις, ἔλεγεν, ὦ παῖ, τά τε ἐπινίκια συνεορτάσων καὶ τὰ γαμήλια θύσων: οἱ γὰρ πατρῷοι καὶ γενάρχαι θεοί τε καὶ ἥρωες ἡμῖν μὲν θυγατέρα σοὶ δὲ νύμφην, ὡς ἔοικεν, ἐξευρήκασιν. ἀλλὰ τῶν τελειοτέρων αὖθις ἀκουσόμενος, εἴ τί με βούλει χρηματίσαι τῷ ἔθνει τῆς ὑπὸ σοὶ βασιλείας, ἀνάγγελλε. ὁ δὲ Μερόηβος πρὸς τὴν ἀκοὴν τῆς νύμφης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ αἰδοῦς οὐδὲ ἐν μελαίνῃ τῇ χροιᾷ διέλαθε φοινιχθείς, οἱονεὶ πρὸς αἰθάλην τοῦ ἐρυθήματος ἐπιδραμόντος. καὶ μικρὸν ἐφησυχάσας, οἱ μὲν ἄλλοι, ἔφη, ὦ πάτερ, τῶν ἡκόντων πρέσβεων τοῖς ἐκ τῆς ἑαυτῶν ἐξαιρέτοις ἕκαστος τὴν σὴν περίβλεπτον νίκην στέφοντες ξενιοῦσιν: ἐγὼ δὲ σὲ τὸν ἐν πολέμοις γεννάδαν τε καὶ ἀριστέα διαφανέντα προσφόρως τε καὶ ἀπὸ τῶν ὁμοίων δωρήσασθαι δικαιώσας, ἄνδρα σοι προσκομίζω πολέμων μὲν καὶ αἱμάτων ἀθλητὴν ἀνανταγώνιστον, πάλην δὲ καὶ πυγμὴν τὴν ἐν κόνει καὶ σταδίοις ἀνυπόστατον. καὶ ἅμα νεύσας ἥκειν ἐπεδείκνυ τὸν ἄνδρα.